Ancient Greek
562.9
Aristaenetus, Epistulae 562.9
Unproofread scanNot analysed yet
καὶ διὰ τὸ οἰκεῖον τῆς χρώας. περιθήση δ' οὐ σὺ ε'. Τῷ αὐτῷ. Πόθεν εἰ μετρακίων εἴπέ, ὅτι οὕτως ἀτέγνυτος πρὸς ἔρωτα ἔχεις. ἐκ Σπάρτης ἔρεις. οὐκ εἶδες οὖν Ὑάκινθον, οὐδ' ἐστεφανώσω τῷ τραύματι. ἀλλ' ἐκ Θετταλίας; οὐκ ἐξίδαξεν οὖν σε οὐδ' ὁ Φθιώτης. ἀλλ' Ἀθήνηθεν; τὸν Ἀρμόδιον οὖν καὶ τὸν Ἀριστογείτονα οὐ παρῆλθες, ἀλλ' ἀπ' Ἰωνίας; καὶ τί τῆς γῆς ἐκείνης ἀδρότερον, ὅπου Βράγχιοι καὶ Κλάριοι οἱ Ἀπόλλωνος καλοῖ; ἀλλ' ἐκ Κρήτης, ὅπου πλείστος Ἔρως ὁ τὰς ἑκατὸν πόλεις περιπολῶν; Σκύθης μοι δοκεῖς καὶ βάρβαρος εἶναι ἀπ' ἐκείνου τοῦ βωμοῦ καὶ τῶν ἀξένων θυμάτων. ἔξεστιν οὖν σοι τὸν πατρῖον τιμῆσαι νόμον. ἂν εἰ σῶζειν θέλεις, λάβε τὸ ξίφος. οὐ παραιτοῦμαι, μὴ φοβηθῆς· ἐπιθυμῶ χῶν τοῦ τραύματος.