Ancient Greek
563.3
Aristaenetus, Epistulae 563.3
Unproofread scanNot analysed yet
ζ'. Μετρακίῳ. Εἰ σωφρονεῖς, διὰ τί ἐμοὶ μόνῳ; εἰ δὲ χαρίζῃ, διὰ τί μὴ κάμοι; ζ'. Τῷ αὐτῷ. Ὅτι πένης εἰμί, ἀτιμότερός σοι δοκῶ. καὶ μὴν καὶ αὐτὸς ὁ Ἔρως γυμνὸς ἐστι καὶ αἱ Χάριτες ἀφαρέες, ὅρῶ δ' ἐγὼ καὶ τὸν Ἑρακλέα ἐν ταῖς γραφαῖς ὀδράν θηρίου περιβεβλημένον καὶ τὰ πολλὰ γυμνὰ καθεύδοντα, τὸν δ' Ἀπόλλωνα καὶ φιλοῦ ζώματι ἢ δισκεύσει ἢ τοξεύοντα ἢ τρέγοντα. οἱ δὲ Περσῶν βασιλεῖς τρυφῶσι καὶ μετέωροι κάθηνται τὸν πολὺν χρυσὸν περιβαλλόμενοι· τοιγαροῦν ἔπασχον κακῶς ὑπὸ τῶν πενήτων Ἑλλήνων νικῶμενοι. ἦν πτωχὸς ὁ Σωκράτῃς, ἀλλ' ὑπέτρεχε τὸν τρίβωνα αὐτοῦ ὁ πλούσιος Ἀλκιβιάδης· πενία γὰρ οὐκ ἔστιν ἐγκλημα. ἀπίδε πρὸς τὸ θέατρον, πενήτων ὁ δῆμος· ἀπίδε πρὸς τὰ δικαστήρια, πέντητες κάθηνται· ἀπίδε πρὸς τὰς μάχας, οἱ μὲν πολυτελεῖς καὶ χρυσοῖ τοῖς ὅπλοις λείπουσι τὰς τάξεις, ἡμεῖς δ' ἀριστεύομεν. (2) ἐν αὐτοῖς τε τοῖς πρὸς τοὺς καλοὺς ὑμᾶς σκέψαι πόσον τὸ μεθόριον. ὑβρίζει τὸν πεισθέντα ὁ πλούσιος ὡς ἐωνημένος, ὁ δὲ πέννης οὕδε χάριν ὡς ἐλεουμένος. πάλιν ὁ λαμπρὸς τὸ πεπραγμένον ἐς ἐξουσίαν ἀναφέρει τῆς οἰκείας δυνάμεως, ὁ δὲ πέννης ἐς τὴν τοῦ δόντος φιλαθρωπίαν. ὁ πλούσιος ἀγγέλων πέμπει κόλακα καὶ παράσιτον καὶ μάγειρον καὶ τοὺς ἐκ τῆς τραπέζης, ὁ πέννης δ' ἑαυτόν. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ὁ πλούσιος καλεῖ σε ἑρώμενον, ἐγὼ δὲ κύριον, ἐκεῖνος ὑπηρέτην, ἐγὼ δὲ θεόν, ἐκεῖνος μέρος τῶν αὐτοῦ κτημάτων, ἐγὼ δὲ πάντα. ὅθεν ἄλλου πάλιν ἐρασθείς ὁμοῖος πρὸς ἐκεῖνον ἔσται, ὁ πέννης δ' ἀπαξ ἐράσ. τίς δύναται παραμειναι νοσοῦντι, τίς αὐτὸν προτάξαι πεμπομένου βέλους, τίς ὑπὲρ σοῦ πεσεῖν; ἐν τούτοις πᾶσι πλουτῶ.