Ancient Greek
563.7
Aristaenetus, Epistulae 563.7
Unproofread scanNot analysed yet
η'. Τῷ αὐτῷ. Εἰ ξένος ὧν ἐρῶ σου, μὴ θαυμάσης· οὐκ ἔστιν ὁφθαλμοὺς ξενίας ἀλῶναι· καὶ γὰρ κάλλος αὐτῶν ὁμοίως καὶ πῦρ ἀνάπτεται. οὐ μὴν ὁ Βράγχος ἔφευγε τὸν Ἀπόλλωνα ὡς ξένον, οὐδ’ ὁ Πάτροκλος τὸν Ἀχιλλέα, οὐδ’ ὁ Χρύσιππος τὸν Λάιον. ἥρα καὶ Σμερδίου Πολυκράτης ὁ Σάμιος καὶ τοῦ Πέρσου μειρακίου ὁ Ἀγησίλαος, εἰ καὶ τοῦνομα τοῦ μειρακίου ἀγνοῶ. ξένοι καὶ ὕδροι τῆς γῆς καὶ ποταμοὶ τῆς θαλάττης καὶ ὁ Ἀσκληπιὸς Ἀθηναίων καὶ ὁ Ζεὺς ἁμῶν καὶ ὁ Νεῖλος Αἰγυπτίων καὶ ὁ Ἥλιος πάντων. ξένῃ καὶ ἡ ψυχὴ τοῦ σώματος καὶ ἡ ἀπλὸν τοῦ ξαρος καὶ ἡ γελιδὼν τῆς οἰκίας καὶ ὁ Γανυμήδης τοῦ οὐρανοῦ καὶ ἡ ἀλκυὼν τῆς πέτρας καὶ ὁ ἐλέφας Ῥωμαίων καὶ ὁ ὄρνις ὁ φοῖνιξ τῶν Ἰνδῶν τῶν μυρεψῶν· καὶ οὕτως μὲν ὁ ξένος καὶ βραδύς, τὸν δὲ πελαργὸν οἱ πρῶτον θεασάμενοι καὶ προσκυνοῦσι. ξένα καὶ τὰ γράμματα, ἐκ Φοινίκης γὰρ ἦλθε, καὶ Σηρῶν ὕφαι καὶ μάγων θεολογία, οἷς πᾶσιν ἤτοι χρώμεθα ἢ τοῖς ἐγχωρίοις, ὅτι τῶν μὲν σπάνιον τοῦπίκτητον, τῶν δ’ ὀλίγως τὸ οἰκεῖον. ἀμείνων καὶ ἐραστὴς ὁ ξένος, ὅσῳ καὶ ἀνόπτοπος τῇ ἀγνωσίᾳ καὶ πρὸς τὸ λαθεῖν ἀφανέστερος.