Ancient Greek
565.2
Aristaenetus, Epistulae 565.2
Unproofread scanNot analysed yet
ιβ'. Τῷ αὐτῷ. Πόθεν μου τὴν ψυχὴν κατέλαβες; ἢ δήλον ὅτι ἀπὸ τῶν ὁμμάτων, ἀφ' ὧν μόνων κάλλος ἐξεργεται; ὡσπερ γὰρ τὰς ἀκροπόλεις οἱ τύραννοι καὶ τὰ ἐρυμνὰ οἱ βασιλεῖς καὶ τὰ ὑψηλὰ οἱ ἀετοὶ καταλαμβάνουσιν, οὕτω καὶ ὁ ἔρως τὴν τῶν ὀφθαλμῶν ἀκρόπολιν, ἣν οὐ ἕλιος οὐδὲ πλίνθοις, ἀλλὰ μόνως βλεφάροις τεῖχίσας ἕψυχῇ καὶ κατὰ μικρὸν ἐς τὴν ψυχὴν ἐσδύεται, ταχέως μὲν ὡς πτηνός, ἐλευθέρως δ' ὡς γυμνός, ἀμάχως δ' ὡς τοξότης. τὰ δ' ὅμματα, ἐπεὶ πρώται ξυνίησι κάλλους, διὰ τοῦτο μάλιστα καὶ κάεται, θεοῦ τινὸς οἴμαι θελήσαντος αὐτοῖς τὴν αὐτὴν ὁδὸν καὶ τῆς ἐς τὸ βλέπειν ἡδονῆς εἶναι καὶ τῆς ἐς τὸ λυπεῖσθαι προάσσεως. τί γάρ, ὦ κακοὶ ὀφθαλμοί; ἔρωτος καὶ τῆς τῶν σωμάτων ὥρας περίεργοι μάρτυρες, πρώτοι μὲν τὸ κάλλος ἡμῖν ἐπυρεύσατε, πρώτοι δὲ μνησθῆναι τὴν ψυχὴν ἐποιήσατε τῆς ἐξωθεν ἐπιρροῆς, πρώτοι δὲ ἐδιάσασθε τὸν ἥλιον καταλιποῦσαν πῦρ ἀλλότριον ἐπαινεῖν; τοιγαροῦν ἀγρυπνεῖτε καὶ κάεσθε, ἀπαλλαγὴν ὧν εἴλεσθε εὑρεῖν μὴ δυνάμενοι.