Ancient Greek
565.4
Aristaenetus, Epistulae 565.4
Unproofread scanNot analysed yet
ιγ'. Τῷ αὐτῷ. Ὁ καλὸς ἂν μὲν ἢ θηριώδης, πῦρ ἐστίν, ἂν δ' ἡμερος, φῶς. μὴ κάε οὖν, ἀλλὰ σῶζε καὶ τὸν Ἑλέου βωμὸν ἐν τῇ ψυχῇ ἔχε, ἀντιλαβὼν βέβαιον φίλον ὀχυρόρου δωρεᾶς καὶ φάσος τὸν χρόνον, ὅς μόνος καταλύει τοὺς καλοὺς, ὡσπερ οἱ δημοτικοὶ τοὺς τυράννους. δὸς δέδοικά γε (δ φρονῶ γὰρ εἰρήσθαι) μὴ μελλοντὸς σοὺ καὶ βραδύνοντος τὰ γένεια ἐπελθὴ καὶ τὴν τοῦ προσώπου ἑσυχίαν χάριν, ὡσπερ εἴωθε τὸν ἥλιον κρύπτειν ἢ νεφῶν ἑσκευή. τί δέδοικα ἄπερ ἐστιν ἤδη βλέπειν; ἔρει μεν ὁ ὕλος, αἱ δὲ παρεῖσι χνοάζουσι, τὸ δὲ πρόσωπον ὅλον ἀνθεῖ. πρὶν οὖν σοὺ τὸ ἕαρ ἀπελθεῖν ὅλον καὶ χειμῶνα ἐπιστῆναι, δὸς αὐτοῦ πρὸς Ἔρωτος, πρὸς τούτων τῶν γενείων, ἃ δεῖ με αὔριον ὁμνύναι.