Ancient Greek
567.6
Aristaenetus, Epistulae 567.6
Unproofread scanNot analysed yet
ιθ’ Πόρνῃ. Πωλεῖς σεαυτήν, καὶ γὰρ οἱ μισθοφόροι· καὶ παντὸς εἰ τοῦ διδόντος, καὶ γὰρ οἱ κυβερνήται. οὕτως σοι πίνωμεν ὡς τῶν ποταμῶν, οὕτως ἀπτόμεθα ὡς τῶν ῥόδων. μὴ δὴ αἰδωῦ τῷ εὐχόλῳ, ἀλλὰ σεμνύνου τῷ ἑτοίμῳ· καὶ γὰρ ὕδωρ πᾶσι πρόκειται, καὶ πῦρ οὐχ ἕνός· καὶ ὁ ἥλιος δημόσιος θεός. τὸ μὲν οἴκημά σου κάλλους ἀκρόπολις, οἱ δ’ ἐσίωντες ἱερεῖς, οἱ δὲ στεφανούμενοι θεωροί, τὸ δ’ ἀργύριον φόροι. τῶν ὑπακουόντων ἡδεῶς βασιλεύε καὶ ἔτι προσκυνού.