Ancient Greek
567.8
Aristaenetus, Epistulae 567.8
Unproofread scanNot analysed yet
κ’ Τῇ αὐτῇ. Καὶ τῷ Δίᾳ, ὅτε ἐκοιμᾶτο ἐν τῷ ὄρει τῇ Ἴδῃ, ἄνθη ἀνῆκεν ἡ γῆ λωτόν τε καὶ ἱάκινθον καὶ κρόκον, ῥόδα δ' οὐ παρῆν, πότερα ὡς μόνης Ἀφροδίτης κτήματα, παρ' ἧς καὶ ταῦτα ἔδει τὴν Ἥραν δανείσασθαι, καθάπερ καὶ τὸν καστοῦν ἐδανείσατο, ἢ ὡς οὐκ ἂν κοιμηθέντος τοῦ Διός, εἰ καὶ ταῦτα παρῆν, ἡ δ' ἐδεῖτο καὶ καθύειν τὸν Δία ἤ βταν δὲ πνέῃ ῥόδα, ἀνάγκη δήπου πᾶσα καὶ ἀνθρώποις καὶ θεοῖς ἀγρυπνεῖν ἡδέως· ἡ γὰρ εὐωδία δεινὴ πᾶσαν ἡσυχίαν ἐξοίσχαι. ταῦτα μὲν οὖν ἀφεῖσθω Ὀμήρῳ καὶ τῇ τῶν ποιητῶν ἐξουσία, σὺ δ' ἀγροϊκῶς ἐποίησας μόνη κοιμηθεῖσα ἐν ῥόδοις καὶ σωφρονήσασα ἐν οὐ σώφροσιν. ἡ γὰρ τῶν ἐραστῶν ἐχρῆν σοι ἐμπαρεῖναι τινὰ ἢ ἐμὲ ἢ τὸν Δία, πλὴν εἰ μὴ προεθυμήθης, ὦ καλή, τὸν στέφανον τοῖς στέρνοις προσαναγοῦσα καινῷ μοιχῷ ἐμπλακῆναι.