Ancient Greek
568.6
Aristaenetus, Epistulae 568.6
Unproofread scanNot analysed yet
κγ'. Ἕτερα γυναικί. Εἰ μὲν δὴ χρημάτων, πένης εἰμί, εἰ δὲ φιλίας καὶ χρηστοῦ τρόπου, πλουτῶ. ἔστι δ' οὐχ οὕτως ἐμοὶ δεινὸν τὸ μὴ ἔχειν, ὡς σοὶ πρὸς αἰσχύνην τὸ μισθοῦ φιλεῖν· ἐταίρας μὲν γὰρ ἔργον προεῖσθαι τοὺς τὰς σαρίσσας ἔχοντας καὶ τὰς σπάθας ὡς ἐτοίμους διδόντας, γυναικὸς δ' ἐλευθέρας πρὸς τὸ βέλτιον ἀεὶ βλέπειν καὶ τὸ χρηστὸν ἐν εὐνοίᾳ τίθεσθαι. πρόσταζον, ὦς βούλει, καὶ πείσομαι· πλεῖν κέλευσον, ἐμβαίνω, πληγάς