Ancient Greek
568.4
Aristaenetus, Epistulae 568.4
Unproofread scanNot analysed yet
κβ'. Τῇ αὐτῇ. Ἡ καλλωπιζομένη γυνὴ θεραπεύει τὸ ἐλλιπὲς φοδουμένη ψωραβῆναι, ὁ οὐκ ἔχει ἡ φύσις, ἡ δὲ καλὴ οὐδενὸς δεῖται τῶν ἐπιχτήτων, ἀρκοῦσα ἑαυτῇ πρὸς πᾶν τὸ δόλκιχρον. ὀφθαλμῶν δ' ὑπογραφαὶ καὶ κόμης προσθέσεις καὶ γραφαὶ παρεῖναι καὶ χείλεων βαφαὶ καλεῖ τι ἐκ κομμωτικῆς φάρμακον καὶ εἰ τι ἐκ φύκους δολερὸν ἄνθος πρὸς ἐπανόρθωσιν τοῦ ἐνδεοῦς εὑρέθη· τὸ δ' ἀκόσμητον ἀληθῶς καλόν, ὡστ' εἰ μάλιστα πεπίστευκας σεαυτῇ, διὰ τοῦτό σε μάλιστ' ἀγαπῶ, μαρτύριον τὸ ἀπραγμον ἡγούμενος τῆς ἐν εὐμορφίᾳ πίστεως. οὐ γὰρ κονιᾷς τὸ πρόσωπον, ἀλλ' ἀδδλως εἰ καλή, οἷαι πρότερον ἦσαν ὧν χρυσὸς ἦρα καὶ βοὺς καὶ ὕδωρ καὶ δρνῖνες καὶ δράκοντες. τὸ δὲ φύκος καὶ ὁ κηρὸς καὶ τὸ ταραντινίδιον καὶ οἱ ἐπιχάριτοι ὄφεις καὶ αἱ χρυσαὶ πέδαι Θαΐδος καὶ Λαΐδος καὶ Ἀρισταγόρας φάρμακα.