Ancient Greek
569.5
Aristaenetus, Epistulae 569.5
Unproofread scanNot analysed yet
χε. Γυναικὶ θυμουμένη. Χθὲς σε ὀργιζομένην κατέλαβον καὶ ἔδοξα ἀλλὴν βλέπειν· τοῦτο δ' αἰτῶν ἢ τοῦ θυμοῦ ἐκστασις ἀκριβῶς σοι ἐγγέασα τὴν τοῦ προσώπου χάριν. μὴ δὴ μεταποιεῖ τὴν γνώμην μηδ' ἄγριον βλέπε· οὐδὲ γὰρ τὴν σελήνην ἐπὶ λαμπρὰν δοκοῦμεν, ὅταν ἡ ξυννεφής, οὐδὲ τὴν Ἀφροδίτην καλήν, ὅταν ὀργίζηται ἢ δακρύῃ, οὐδὲ τὴν Ἥραν βούπιν, ὅταν χαλεπαίνῃ τῷ Διί, οὐδὲ τὴν θάλατταν διαν, ὅταν ταράττηται. ἢ δ' Ἀθηνᾶ καὶ ἔρριψε τὸν αὐλὸν ὡς τὸ πρόσωπον αὐτῆς συγχέαντα, ἥδη δὲ καὶ τὰς Ἐρινύς Εὐμενίδας καλοῦμεν ὡς τὸ σκυθρωπὸν ἀρνομένας, καὶ ταῖς ἀκάνθαις τῶν ῥόδων χαίρομεν, ὅτι ἐξ ἀγρίου θάμνου καὶ λυπεῖν καὶ κεντεῖν εἰδὸς γελῶσιν ἐν τοῖς ῥόδοις. ἄνδρος δ' ἐστὶ καὶ γυναικὶ ἢ τοῦ προσώπου γαλήνη. μὴ τραγέια γίγνου, μὴ φοβερά, μὴ ἀποστεροῦ τὸ κάλλος, μὴ ἀφαιροῦ ῥόδων σεαυτήν, ἃ ταῖς καλαῖς ὑμῖν ἐν τοῖς δόμμασι φύεται. εἰ δ' ἀπιστεῖς οἷς λέγω, τὸ κάτοπτρον λαβοῦσα ἴδε σου τὸ πρόσωπον ἡλλαγμένον. εὖγε, ὅτι ἀπεστράφης.