Ancient Greek
569.7
Aristaenetus, Epistulae 569.7
Unproofread scanNot analysed yet
χς. Ἄλλη. Κελεύεις μοι μὴ βλέπειν κάγώ σοι μὴ βλέπεσθαι. τίς τοῦτο κελεύει νομοθέτης, τίς δὲ κάκεινος; εἰ δὲ μηδέτερον κεκώλυται, μήτε σαυτὴν ἀφαιροῦ τῆς ἐς ἐπιδεῖξιν εὐδοκιμήσεως, μήτε ἐμὲ τῆς ἐς τέρψιν ἐξουσίας. οὐδὲ πηγή λέγει «μὴ πίης, »οὐδ' ὀπώρα «μὴ λάβης, »οὐδὲ λειμὼν «μὴ προσελθῆς. »ἔπου καὶ σὺ τοῖς νόμοις καὶ διψῶντα παύσον.