Ancient Greek
571.6
Aristaenetus, Epistulae 571.6
Unproofread scanNot analysed yet
λβ'. Γυναικὶ καπηλίδι. Τὰ μὲν ὀμμάτων σου διαυγέστερα τῶν ἐκπωμάτων, ὡς δύνασθαι δι' αὐτῶν καὶ τὴν ψυχὴν ἰδεῖν, τὸ δὲ τῶν παρεϊδῶν ἐρύθημα εὐχρουν ὑπὲρ αὐτὸν τὸν οἶνον, τὸ δὲ λινόν· τοῦτο χιτώνιον ἀντιλάμπει ταῖς παρεϊσίς, τὰ δὲ χεῖλη βέβασται τῷ τῶν ῥόδων αἵματι, καὶ μοι δοκεῖς καὶ τὸ ὕδωρ φέρειν ὡς ἀπὸ πηγῶν τῶν ὀμμάτων καὶ διὰ τοῦτο εἶναι νυμφῶν μία. πόσους ἱστάς ἐπειγόμενους; πόσους κατέχεις παρατρέχοντας; πόσους μὴ φθεγξαμένη καλεῖς; ἐγὼ πρῶτος, ἐπεὶδὸν ἴδω σε, διψῶ καὶ ἵσταμαί μὴ θέλων, τὸ ἐκπίωμα κατέχων· καὶ τὸ μὲν οὐ προσάγω τοῖς χείλεσι, σοῦ δ' οἶδα πίνων.