Ancient Greek
571.8
Aristaenetus, Epistulae 571.8
Unproofread scanNot analysed yet
λγ'. Τῇ αὐτῇ. Ἐξ ὕλου μὲν τὰ ἐκπίωματα, αἱ δὲ σαὶ χεῖρες ἀργυρᾷ αὐτὰ ποιοῦσι καὶ χρυσᾷ, ὡς καὶ τούτοις τὸ βλέπειν ὑπρῶς παρὰ τῶν σῶν ὀμμάτων εἶναι. ὥστε ἐκεῖνα μὲν καταθου καὶ χαίρειν ἐὰ τά τε ἄλλα καὶ διὰ τὸν ἐν τῷ σφαλερῷ τῆς ὕλης φόβον, ἐμοὶ δὲ μόνος πρόπινε τοῖς ὀμμασιν, ὧν καὶ ὁ Ζεὺς γευσάμενος καλὸν οἰνοχόον παρεστήσατο. εἰ δὲ βούλει, τὸν μὲν οἶνον μὴ παραπόλλυε, μόνου δ' ἐμβαλοῦσα ὕδατος καὶ τοῖς χείλεσι προσφέρουσα πλήρου φιλημάτων τὸ ἐκπίωμα καὶ οὕτως δίδου τοῖς δεομένοις. ἔστι γὰρ ἀνέραστος οὐδεὶς οὕτως, ὡς ποιθεῖν ἐπὶ τῇ Διονύσου χάριν μετὰ τὰς τῆς Ἀφροδίτης ἀμπέλους.