Ancient Greek
578.2
Aristaenetus, Epistulae 578.2
Unproofread scanNot analysed yet
ζ' Γυναικὶ καπηλίδι. Πάντα με αἱρεῖ τὰ σά, καὶ ὁ λινὸς χιτὼν ὡς ὁ τῆς Ἰσίδος, καὶ τὸ καπηλεῖον ὡς Ἀφροδίσιον, καὶ τὰ ἐκπώματα ὡς Ἥρας θύματα, καὶ ὁ οἶνος ὡς Ἄνθος, καὶ τῶν τριῶν δακτύλων αἱ ξυνθέσεις, ἐφ’ ὧν ὀχεῖται τὸ ποτήριον, ὥσπερ αἱ τῶν φύλλων τῶν ἐν τοῖς ῥόδοις ἐκβολαί. καγὼ μὲν φοβοῦμαι μὴ πέσῃ, τὸ δ’ ἐστηκὲν ὀχυρῶς ὡς γνώμῃ ἐρρησιμένον, καὶ τοῖς δακτύλοις ἐμπέφυκεν. εἰ δὲ καὶ ἀποπίοις ποτέ, πᾶν τὸ καταλειπόμενον γίνεται θερμότερον τῷ ἀσθματι, ἤδιον δὲ τοῦ νέκταρος. κάτεισι γοῦν ἐπὶ τὴν φάρυγγα ἀκωλύτοις ὁδοῖς, ὥσπερ οὐκ οἴνῳ κεκραμένον, ἀλλὰ φιλήμασιν.