Ancient Greek
578.4
Aristaenetus, Epistulae 578.4
Unproofread scanNot analysed yet
ζα' Γυναικί. Τίς σε, ὦ καλή, περιέχειρεν; ὡς ἀνόητος καὶ βάρβαρος ὁ μὴ φεισάμενος τῶν Ἀφροδίτης δώρων. οὐδὲ γὰρ γῆ κομιῶσα ἤδὺ οὕτω θέαμα ὡς γυνὴ κατάκομος. φεῦ ἀναίδους παλάμης, ὅντως πάντα τὰ ἐκ πολεμίων πέπονθες· ἐγὼ δ’ οὐχ ἂν οὕτω αἰχμάλωτον περιέχειρα, τιμῶν τὸ κάλλος ὡς οὐχ ἡδέως ἀμελούμενον. ἀλλ’ ἐπεὶ τετέλεσται τὰ δεινά, κἂν μήνυσον τὰς κόμας πῶ κείνται, πῶ τέμνονται, πῶς αὐτὰς ὑποσπόνδους λάβω, πῶς φιλήσω γαμᾶλ κεῖμένας. ὦ πτερὰ Ἐρωτος, ὦ κεφαλῆς ἀχρονθίνια, ὦ κάλλους λείψανα.