Ancient Greek
578.6
Aristaenetus, Epistulae 578.6
Unproofread scanNot analysed yet
ζβ' Τῇ αὐτῇ. Ὅτε ἔκρινε τὰς θεὰς ὁ Ἀλέξανδρος, οὔπω παρῆν ἡ ἐκ Λαχεδαίμωνος· εἰ δ’ οὖν, μόνην ἂν καλὴν ἀπεφήνατο ἢν αὐτὸς ἐβούλετο. ὅπερ οὖν ἐκεῖνη τότε πρὸς τὴν κρίσιν ἐλλιπῶς ἔσχεν, ἐμοὶ νῦν ἐπανορθωθήσεται. μὴ κάμετε, ὦ θεαί, μηδὲ ἔριζετε, ἔχω γὰρ ἴσου τὸ μῆλον. λάβε, ὦ καλή, καὶ νῖκα τὰς θεάς, καὶ ἀνάγνωθι τὰ γράμματα. τὰ τ’ ἄλλα καὶ ἐπιστολὴ τῷ μῆλῳ κέχρηται. ἐκεῖνο Ἐρίδος, τοῦτο Ἐρωτος· ἐκεῖνο ἐσώπα, τοῦτο φθέγγεται. μὴ ρίψῃς, μὴ φάγῃς· οὐδ’ ἐν πολέμῳ πρεσβευτὴς παρανομεῖται. τί οὖν ἐπέσῃ; αἴμα; αὐτὸ ἔρει «Εὐίππη, φιλῶ σε. »ὑπόγραψον