Ancient Greek
586.8
Aristaenetus, Epistulae 586.8
Unproofread scanNot analysed yet
ἔρρωσο, καὶ γίγνοσκε τοσοῦτον ἡμῶν διημαρτηκώς, ἵνα πρὸς τοὺς ἄλλους βέλτιον προσφέρῃ. β. Πλάτων Διονυσίῳ εὖ πράττειν. Ἥκουσα Ἀρχεδήμου, ὅτι σὺ ἤγει χρῆναι περὶ σοῦ μὴ μόνον ἐμὲ ἡσυχίαν ἄγειν ἀλλὰ καὶ τοὺς ἐμοὺς ἐπιτηδείους τοῦ φλαῦρόν τι ποιεῖν ἢ λέγειν περὶ σοῦ· Δίωνα δὲ μόνον ἐξαιρετον ποιεῖ. οὗτος δὲ ὁ λόγος σιμαίνει, ὅτι οὐκ ἄρχω ἐγὼ τῶν ἐμῶν ἐπιτηδείων· εἰ γὰρ ἤρχον ἐγὼ οὕτω τῶν τε ἄλλων καὶ σοῦ καὶ Δίωνος, πλεῖον ἂν ἤν ὑμῖν τε πασίν ἀγαθὰ τοῖς τε ἄλλοις· Ἐλλησιν, ὡς ἐγὼ φημι. νῦν δὲ μέγας ἐγὼ εἰμὶ ἐμαυτὸν παρέχων τῷ ἐμῷ λόγῳ ἐπόμενον. καὶ ταῦτα λέγω ὡς οὐχ ὑπὲς τι Κρατιστοῦλου καὶ Πολυξένου πρὸς σὲ εἰρηκότων, ὧν φασὶ λέγειν τὸν ἔτερον ὅτι ἀκούσαι Ὀλυμπιάσι πολλῶν τινῶν τῶν μετ’ ἐμοῦ σε κακῶγορούντων. ἵσως γὰρ οὔτερον ἐμοῦ ἀκούει· ἐγὼ μὲν γὰρ οὐκ ἤκουσα. χρή δέ, ὡς ἐμοὶ δοκεῖ, οὕτωσί σε ποιεῖν τοῦ λοιποῦ, ὅταν τι τοιούτον λέγῃ τις περὶ ἡμῶν τινός, γράμματα πέμψαντα ἐμὲ ἐρέσθαι· ἐγὼ γὰρ τάλθθ λέγειν οὔτε ὀκνήσω οὔτε αἰσχυνούμην. ἐμοὶ δὲ δή καὶ σοὶ τὰ πρὸς ἀλλήλους οὕτωσι τυγχάνει ἔχοντα· οὔτε αὐτοὶ ἀγνοῦτες ἑαμεν οὐδενὶ Ἑλλήνων ὡς ἔπος εἰπεῖν, οὔτε ἡ συννοσία ἡμῶν σιγᾷται. μὴ λανθάνέτω δέ σε ὅτι οὐδ’ εἰς τὸν ἔπειτα χρόνον σιγηθήσεται· τοιούτου οἱ παραδεδεγμένοι εἰσὶν αὐτὴν, ὅτε οὐκ ὀλίγην γεγεννημένην οὐδ’ ἥρεμα. τί οὖν δή λέγω; νυν· ἐφ’ ὧν ἀνωθεν ἀρξάμενος. πέφυκε ξυνιέναι εἰς ταῦτό φρόνησις τε καὶ δύναμις μεγάλη, καὶ ταῦτ’ ἀληλ’ ἀεὶ διώκει καὶ ζητεῖ καὶ ξυγγίγνεται· ἔπειτα καὶ οἱ ἄνθρωποι χαίρουσι περὶ τούτων αὐτοὶ τε διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες ἐν τε ἰδίαις ξυνουσίαις καὶ ἐν ταῖς ποιήσεσιν, (311) οἷον καὶ περὶ Ἱέρωνος ὅταν διαλέγωνται ἄνθρωποι καὶ Πausανίου τοῦ Λακεδαιμονίου, χαίρουσι τῇ Σιμωνίδου ξυνονσίαν παραφέροντες, ἃ τε ἔπραξε καὶ εἶπε πρὸς αὐτούς· καὶ Περίανδρον τὸν Κορίνθιον καὶ Θαλῆν τὸν Μιλήσιον ὁμνεῖν εἰδόσιν δμα, καὶ Περικλέα καὶ Ἀναξαγόραν, καὶ Κροῖσον αὐ καὶ Σόλωνα [ὡς σοφὸν καὶ Κύρον ὡς δυναστήν.] καὶ δή ταῦτα μιμούμενοι οἱ ποιηταὶ Κρέοντα μὲν καὶ Τειρεσίαν συνάγουσι, Πολυδεῶν δὲ καὶ Μίνω, Ἀγαμέμνονα δὲ καὶ Νέστορα καὶ Ὀδυσσέα καὶ Παλαμῆδη· ὡς δ’ ἐμοὶ δοκεῖ, καὶ Προμηθέα Δι· ταύτῃ τῃ συνίγον οἱ πρῶτοι ἄνθρωποι. τούτων δὲ τοὺς μὲν εἰς διαφοράν, τοὺς δ’ εἰς φιλίαν ἀλληλοὺς ἰόντας, τοὺς δὲ τοτὲ μὲν εἰς φιλίαν τοτὲ δ’ εἰς διαφοράν, καὶ τὰ μὲν ὁμοιοούντας τὰ δὲ διαφερομένους ἄδουσι. πάντα δή ταῦτα λέγω τοῦ βουλομένου ἐνδείξασθαι, ὅτι οὐκ ἐπειδὰν ἡμεῖς τελευτήσωμεν καὶ οἱ λόγοι οἱ περὶ ἡμῶν σεσιγήσονται. ὅσατ’ ἐπιμελητέον αὐτῶν ἐστί· ἀνάγκη γάρ, ὡς δοκεῖ, μέλειν ἡμῖν καὶ τοῦ ἔπειτα χρόνου, ἐπειδὴ καὶ τυγχάνουσι κατὰ τινα φύσιν οἱ μὲν ἄνδραποδώδεστατοι οὐδὲν φροντίζοντες αὐτοῦ, οἱ δ’ ἐπεικίστατοι πᾶν ποιούντες ὅπως ἂν εἰς τὸν ἔπειτα χρόνον εὖ ἀκούσωσι. ὅ δή καὶ ἐγὼ τεκμηρίον ποιοῦμαι ὅτι ἐστι τις αἴσθησις τοῖς τεθνεώσι τῶν ἐνθάδε· αἱ γὰρ