Ancient Greek
588.1
Aristaenetus, Epistulae 588.1
Unproofread scanNot analysed yet
βέλτισται ψυχαὶ μαντεύονται ταῦτα οὕτως ἔχειν, αἱ δὲ μοχθηρόταται οὐ φασί, κυριώτερα δὲ τὰ τῶν θείων ἀνδρῶν μαντεύματα ἢ τὰ τῶν μή. οἶμαι δ’ ἔγωγε τοῖς ἐμπροσθεν, περὶ ὧν λέγω, εἰ ἐξεῖν αὐτοῖς ἐπανορθώσασθαι τὰς αὐτῶν συνουσίας, πάνυ ἂν σπουδάσαι ὡςτε βέλτιον λέγεσθαι περὶ αὐτῶν ἢ νῦν. τοῦτο οὖν ἡμῖν ἐστί, σὺν θεῷ εἰπεῖν, ἔξεστιν, εἰ τι ἄρα μὴ καλῶς πέπραχται κατὰ τὴν ἐμπροσθεν συνουσίαν, ἐπανορθώσασθαι καὶ ἔργῳ καὶ λόγῳ· περὶ γὰρ φιλοσοφίαν φημὶ ἐγὼ τὴν ἀληθινὴν δοξᾶν ἐσεσθαι ἡμῶν μὲν ἄντων ἐπεικῶν βελτίσ, φαύλων δὲ τούναντίων. χαίτοι περὶ τούτου ἡμεῖς ἐπιμελούμενοι οὐδὲν ἂν εὐσεβέστερον πράττοιμεν, οὐδ’ ἀμελοῦντες ἀσεβέστερον. ὡς δὴ δεῖ γίγνεσθαι, καὶ τὸ δίκαιον ἤ ἔχει, ἐγὼ φράσω. ἤλθον ἐγὼ εἰς Σικελίαν δοξᾶν ἔχων πολλῷ τῶν ἐν φιλοσοφίᾳ διαφέρων, βουλόμενος δὲ [ἐλθὼν εἰς Συρακούσας] συμμάρτυρα λαβεῖν σέ, 312 ἵνα δὴ μοι τιμιώτω φιλοσοφία καὶ παρὰ τῷ πλήθει. τοῦτο δ’ οὐκ εὐαγὲς μοι ἀπέβη. τὸ δ’ αἴτιον οὐ λέγω ὅπερ ἂν πολλοὶ εἴποιεν, ἀλλ’ ὅτι ἐφαίνου οὐ πάνυ ἐμοὶ πιστεύειν σὺ, ἀλλ’ ἐμέ μὲν πως ἀποπεμψάσαι ἐθέλειν, ἑτέρους δὲ μεταπέμψασθαι, καὶ ζητεῖν τὸ πρᾶγμα τί τὸ ἐμὸν ἐστιν, ἀπιστῶν, ὡς ἐμοὶ δοκεῖ. καὶ οἱ ἐπὶ τούτοις βωῶντες πολλοὶ ἦσαν, λέγοντες ὡς σὺ ἐμοὶ μὲν καταπερόνηκας, ἀλλὰ δὲ ἐσπουδάκας. ταῦτα δὴ διαβεβόηται· ὁ δὲ μετὰ ταῦτα δίκαιόν ἐστι ποιεῖν, ἄκουε, ἵνα σοι καὶ ἀποκριθῶμαι ὁ σὺ ἐρωτῆς, πῶς χρή ἔχειν ἐμέ καὶ σὲ πρὸς ἀλλήλους. εἰ μὲν ὅλως φιλοσοφίας καταπερόνηκας, ἐὰν χαίρειν· εἰ δὲ παρ’ ἑτέρου ἀνθρώπου ἢ αὐτὸς βελτίωνα εὕρηκας τῶν παρ’ ἐμοί, ἐκεῖνα τίμα· εἰ δ’ ἄρα τὰ παρ’ ἡμῶν σοι ἀρέσκει, τιμητέων καὶ ἐμὲ μάλιστα. νῦν οὖν, ὡσπερ καὶ ἐξ ἀρχῆς, σὺ καθηγοῦ, ἐγὼμαι δὲ ἐγώ· τιμώμενος μὲν γὰρ ὑπὸ σοῦ τιμήσω σέ, μὴ τιμώμενος δὲ ἡσυχίαν ἀξω. ἐτὶ δὲ σὺ μὲν ἐμὲ τιμῶν καὶ τούτου καθηγούμενος φιλοσοφίαν δόξεις τιμᾶν, καὶ αὐτὸ τοῦτο, ὁ διεσκόπεις καὶ ἄλλως, πρὸς πολλῶν εὐδοξίαν σοι οἴσει ὡς φιλοσόφῳ ὄντι· ἐγὼ δὲ σὲ τιμῶν μὴ τιμῶντα πλοῦτον δόξω θαυμάζειν τε καὶ διώκειν, τοῦτο δ’ ἴσμεν ὅτι παρὰ πᾶσιν ὄνομα οὐ καλὸν ἔχει. ὡς δ’ ἐν κεφαλαίῳ εἰπεῖν, σοῦ μὲν τιμῶντος ἀμφοτέροις κόσμος, ἐμοῦ δ’ ὀνειδος ἀμφοῖν. περὶ μὲν οὖν τούτων ταῦτα.