Ancient Greek
591.1
Aristaenetus, Epistulae 591.1
Unproofread scanNot analysed yet
οικίζειν καὶ Συρακοσίους ἐπικουρίσαι, τὴν ἀρχὴν ἀντὶ τυραννίδος εἰς βασιλείαν μεταστήσαντα, ταύτ’ ἄρα σὲ μὲν τότε διεκύλуса, ὡς σὺ ψῆς, σοῦ σφόδρα προλιμουμένου, νῦν δὲ Δίωνα διδάσκουσι δράν αὐτὰ ταῦτα, καὶ τοὺς ἀναγκαστοὶ τοῖς σοῖς τὴν σὴν ἀρχὴν ἀφαιρουμένα σε. σὺ δ’ εἰ μὲν τι διὰ τοὺς λόγους τούτους ὠφελεῖ, γιγνώσκεις αὐτός, ἀδικοῖς δ’ οὖν ἐμὲ τἀναντία τῶν γενομένων λέγων. ἀδὴν γὰρ ὑπὸ Φιλιστίδου καὶ ἄλλων πολλῶν πρὸς τοὺς μισοφόρους καὶ εἰς τὸ Συρακοσίων πλήθος διεβλήθην διὰ τὸ μένειν ἐν ἀρχοπολεῖ, τοὺς δ’ ἐξώθεν, εἰ τι γίγνοιτο ἀμάρτημα, πᾶν εἰς ἐμὲ τρέπειν, σὲ φάσκοντας πάντα ἐμοὶ πειθεσθαι. σὺ δ’ αὐτὸς οἷσα σαφέστατα τῶν πολιτικῶν ἐμὲ σοὶ κοινὴν πραγματευσάμενον ἐκόντα ὀλίγα δή κατ’ ἀρχὰς, (316) ὅπη πλέον ποιεῖν ἂν ὤφθη, ἄλλα τε βραχέα ἄττα καὶ περὶ τὰ τῶν νόμων προοίμια σπουδάσαντα μετριῶς, χωρὶς ὧν σὺ προσέγραψας ἢ τις ἕτερος· ἀκούω γὰρ ὑστερὸν ἡμῶν τινὰς αὐτὰ διασκευοῦν. ὅζηλὰ μὴν ἐκάτερα ἔσται τοῖς τὸ ἐμὸν ἦθος δυναμένοις κρίνειν. ἀλλ’ οὖν, ὅπερ ἀρτίως εἶπον, οὐ διαβολῆς προσδέομαι πρὸς τε Συρακοσίους καὶ εἰ δή τινας ἕτερους πείθεις λέγων αὐτά, ἀλλὰ πολὺ μᾶλλον ἀπολογίας πρὸς τε τὴν προτέραν γενομένην διαβολὴν καὶ τὴν νῦν μετ’ ἐκείνην μειζῶν ὁμομένην καὶ σφοδρότερον. πρὸς δύο δή μοι διττὰς ἀναγκαῖον ποιήσασθαι τὰς ἀπολογίας, πρῶτον μὲν ὡς εἰκῶς σοι ἐργον κοινωνεῖν περὶ τὰ τῆς πόλεως πράγματα, τὸ δὲ δεύτερον ὡς οὐκ ἐμὴν ταύτην εἴρηκας συμβουλήν οὐδὲ διακύλισιν, μέλλοντί σοι κατοικίζειν Ἑλληνίδας πόλεις ἐμποδὼν ἐμὲ γεγενῆσθαι. τὴν οὖν ἀρχὴν ὧν εἶπον περὶ προτέρων ἀκούε πρότερον.