Ancient Greek
591.2
Aristaenetus, Epistulae 591.2
Unproofread scanNot analysed yet
Ἥλθον καλούμενος εἰς Συρακούσας ὑπὸ τε σοῦ καὶ Δίωνος, τοῦ μὲν δεδοκιμασμένου παρ’ ἐμοὶ καὶ ξένου πολλὰ γεγενημένου, ἐν ἡλικίᾳ δὲ ὄντος μέσης τε καὶ καθεστηκυίας, ὧν δή παντάπασι χρεία τοῖς νοῦν καὶ σμικρὸν κεκτημένοις μέλλουσι περὶ τοσούτων ὅσα ἦν τότε τὰ σὰ βουλεύεσθαι, σοῦ δὲ ὄντος μὲν σφόδρα νέου, πολλῆς δὲ ἀπειρίας οὔσης περὶ σὲ τούτων ὧν ἐμπειρον ἐδεῖ γενονέναι, καὶ σφόδρα ἀγνώτου ἐμοί. τὸ μετὰ τοῦτο εἴτ’ ἄνθρωπος εἴτε θεὸς εἴτε τύχη τις μετὰ σοῦ Δίωνα ἐξέβαλε, καὶ ἐλείφθης μόνος. ἀρ’ οὖν οἶει μοι τότε πολιτικῶν εἶναι κοινωνίαν πρὸς σέ, τὸν μὲν ἐμφορον κοινωνὸν ἀπολωλεκότι, τὸν δὲ ἀφρονα ὁρῶντι μετὰ σονηρῶν καὶ πολλῶν ἀνθρώπων καταλειμμένου, οὐκ ἄρχοντα, οἴομενον δ’ ἄρχειν, ὑπὸ δὲ τοιούτων ἀνθρώπων ἀρχόμενον, ἐν οἷς τί χρὴν ποιεῖν ἐμέ; μῶν οὐ, ὅπερ ἐποίησεν, ἀναγκαῖον ἐκ τῶν λοιπῶν τὰ μὲν πολιτικὰ χαίρειν ἐάν, εὐλαβοῦμένον τὰς ἐκ τῶν φθόνων διαβολάς, ὑμᾶς δὲ πάντως, καίπερ ἀλλήλων χωρὶς γεγονότας καὶ διαφόρους ὄντας, πειράσθαι φίλους ἀλλήλοις διὰ μάλιστα ποιεῖν; τούτων δή καὶ σὺ μάρτυς, ὅτι τοῦτο αὐτὸ ἐυντείνων οὐκ ἄντῃς πώποτε· καὶ μόγις μὲν, διὸς δ’ ὁμολογήσην νῦν πλεῖσιν μὲν οἴκαδε ἐμέ, ἐπειδὴ πόλεμος ὑμᾶς κατεῖχεν, (317) εἰρήνης δ’ αὖ γε-