Ancient Greek
617.8
Aristaenetus, Epistulae 617.8
Unproofread scanNot analysed yet
ἂ ἐμβουλεύω, 352 σχεδὸν εἴρηται τέ μοι καὶ εἰρήσθω· ὧν δ’ ἐπανελάβον ἕνεκα τῆς εἰς Σικελίαν καὶ πράττειν τε καὶ παρακαλεῖν ἐπὶ ταύτας τὰς πράξεις πάντας, τὸν μὴ θέλοντα δὲ πολέμιον ἡγεῖσθαι κοινῇ. ἔστι δὲ ταῦτα οὐκ ἀδύνατα· ἄ γὰρ ἐν δυοῖν τε ὄντα ψυχαῖν τυγχάνει καὶ λογισαμένοις εὑρεῖν βέλ- τιστα ἕτοιμος ἔχει, ταῦτα δὲ σχεδὸν ὁ χρόνος ἀδύ- νατα οὐκ εὖ φρονεῖ. λέγω δὲ τὰς δύο τὴν τε Ἰππα- ρίνου τοῦ Διονυσίου υἱέος καὶ τὴν τὸν ἐμοῦ υἱέος· τούτων γὰρ ξυνομολογησάντων τοῖς γε ἄλλοις Συρα- κουσίοις οἷμαι πᾶσιν ὁποτερ τῆς πόλεως κήδονται ξυνδοκεῖν. ἀλλὰ θεοῖς τε πᾶσι τιμὰς μετ’ εὐχῶν δόντες τοῖς τε ἄλλοις ὅσοις μετὰ θεῶν πρέπει, πεῖ- θοντες καὶ προκαλούμενοι φίλους καὶ διαφόρους μα- λακῶς τε καὶ πάντως, μὴ ἀποστήτε πρὶν ἂν τὰ νῦν ὑφ’ ἡμῶν λεχθέντα, οἷον ἀνεῖρατα θεῖα ἐπιστάντα ἐγρηγορόσιν, ἐναργῇ τε ἐξεργάσῃσθε τελεσθέντα καὶ εὐτυχῇ.