Ancient Greek
621.2
Aristaenetus, Epistulae 621.2
Unproofread scanNot analysed yet
6. Πλάτων Ἀρχύτᾳ Ταραντίνῳ εὖ πράττειν. Ἀρίχοντο πρὸς ἡμᾶς οἱ περὶ Ἀρχίππον καὶ Φιλωνί- δην, τὴν τε ἐπιστολὴν φέροντες ἣν σὺ αὐτοῖς ἔδωκας, καὶ ἀπαγγέλλοντες τὰ παρὰ σοῦ. τὰ μὲν οὖν πρὸς τὴν πόλιν οὐ χαλεπῶς διεπράχθαι, καὶ γὰρ οὐδὲ παντελῶς ἤν ἐργωδὴ· τὰ δὲ παρὰ σοῦ διήλθον ἡμῖν, λέγοντες ὑποδυσοφορεῖν σε ὅτι οὐ δύνασαι τῆς περὶ τὰ κοινὰ ἀσχολίας ἀπολυθῆναι. ὅτι μὲν οὖν ἡδι- στόν ἐστιν ἐν τῷ βίῳ (358) τὸ τὰ αὑτοῦ πράττειν, ἄλλως τε καὶ εἰ τὰς ἕλοιτο τοιαῦτα πράττειν ὅσα καὶ σὺ, σχεδὸν παντὶ ὀφῆλον· ἀλλὰ κάκεινο δεῖ σε ἐνθυμεῖσθαι, ὅτι ἕκαστος ἡμῶν οὐχ αὑτῷ μόνον γέγονεν, ἀλλὰ τῆς γε- νέσεως ἡμῶν τὸ μὲν τι ἡ πατρίς μερίζεται, τὸ δὲ τι οἱ γεννῆτες, τὸ δὲ οἱ λοιποὶ φίλοι, πολλὰ δὲ καὶ τοῖς καιροῖς δίδονται τοῖς τὸν βίον ἡμῶν καταλαμβά- νουσι. χαλοῦσης δὲ τῆς πατρίδος αὐτῆς πρὸς τὰ κοινά, ἄτοπον ἴσως τὸ μὴ ὑπακοῦειν· ἄμα γὰρ ἑμ- βαίνει καὶ χώραν καταλιμπάνειν φαύλοις ἀνθρώποις, οἱ οὐκ ἀπὸ τοῦ βελτίστου πρὸς τὰ κοινὰ προσέρχονται. περὶ τούτων μὲν οὖν ἱκανῶς, Ἐχεκράτους δὲ καὶ νῦν ἐπιμέλειαν ἔχομεν καὶ εἰς τὸν λοιπὸν χρόνον ἔσομεν καὶ διὰ σὲ καὶ διὰ τὸν πατέρα αὐτοῦ Φρυνίωνα καὶ δι’ αὐτὸν τὸν νεανίσχον.