Ancient Greek
626.1
Aristaenetus, Epistulae 626.1
Unproofread scanNot analysed yet
ἄλλος ἐπείκεινς. διὸ καὶ τῶν κατὰ φιλοσοφίαν κεκοινωνήκαμεν αὐτῷ. τοῦτον οὖν ἐδόκει μοι καλῶς ἔχειν συστῆσαι σοι (τοὺς γὰρ χρηστοὺς εὖ οἶδα ὅτι βούλει γνωρίζειν), ἄλλως τ' ἐπεὶ καὶ γειτνιᾷ τῇ χώρᾳ· τυγχάνει γὰρ ὤν Κιερεύς καὶ μέλλει νῦν οἴκοι ποιεῖσθαι τὴν διατριβὴν. ἔσται δὲ σύστασις ἀσφαλὴς σοι καὶ ἀλυπος· εὐλαβὴς τε γὰρ ἐστὶ πᾶν τῷ τρόπῳ, καὶ προήρχει ζῆν ἀπραγμόνως. ἀλλὰ γνώριζε τὸν ἄνδρα, καὶ ἐπιμελοῦ ὡς τοιούτου καὶ οὕτως ἔχοντος πρὸς ἡμᾶς. διώσει δὲ σοι καὶ τοὺς λόγους οὕτως οὓς ἀνέγραψαμεν.