Ancient Greek
626.2
Aristaenetus, Epistulae 626.2
Unproofread scanNot analysed yet
τε' Καλλίμαχος, ὑπὲρ οὗ γέγραφα τὴν ἐπιστολήν, ἐστιν ἡμῖν τῶν συνεσχολακότων· συμδέδεχθε δ' αὐτῷ συμπεπτωκέναι τύχη τινί, περὶ ἧς εὖ οἶδα ὅτι καὶ σὺ ἀχθῆσῃς. ἀπῆκται γὰρ ὑπὸ τοῦ Δρομοχλείδου ἐκ τινος φιλονεικίας μειρακιώδους, καὶ ἐστιν ἐν τῷ οἰκήματι χρόνον ἤδη πολύν· ἀξιοῖ δὲ ἡμᾶς δικαίαν ἀξίωσιν καὶ ἂν ἂν φίλος ἀξιώσειεν, βοηθεῖν αὐτῷ. τὴν δὲ βοήθειαν οὐδ' ἡμεῖς ἔχομεν εἰς ἄλλον ἀνεγκεῖν, ἐκεῖνός τε διαρρήδην λέγει καὶ οἴεται σοῦ βουληθέντος ῥᾳδίαν εἶναι τὴν σωτηρίαν αὐτῷ, οὐτ' ἀπέχθειαν οὐδεμίαν ἔχουσαν οὐτ' ἔχθραν· οὐδένα γὰρ εἶναι τὸν ἐναντιωθησόμενον. ὁ γὰρ αὐ Δρομοχλείδης ἀεὶ μέν καὶ ἐν ἀπασιν, ὡς ἐγὼ κρίνω, χρηστὸς ἐστὶ καὶ εὐγνώμων, ἀτὰρ δὴ καὶ τὰ πράγματα πάλαι σπουδάζει διαλυθῆναι. καλῶς ἂν οὖν ποιοὶς καὶ ἡμῶν ἕνεκα καὶ αὐτοῦ, ποιησάμενός τινα ἐπιμέλειαν τοῦ ἀνδρός, ὅπως σωθῇ· τὰ γὰρ φιλάνθρωπα εὖ οἶσθ' ὅτι καὶ ἡμεῖς ἂν, εἰ βούλοιο, παραινέσαιμεν. ὥστε μὴ καταπροίεσθαι μηδ' ἄλλῳ παριέναι τὸ συντελεῖν, ἀλλὰ ταῦτά γε ποιεῖν. ἔρρωσο.