Ancient Greek
693.1
Aristaenetus, Epistulae 693.1
Unproofread scanNot analysed yet
ΠΤΟΛΕΜΑΙΟΥ ΦΙΛΑΔΕΛΦΟΥ ΕΠΙΣΤΟΛΗ. α'. Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ τῷ ἀρχιερεῖ χαίρειν. Πολλῶν ἐν τῇ ἐμῇ βασιλείᾳ κατοικισμένων Ἰουδαίων, οὓς αἰχμαλωτισθέντας ὑπὸ Περσῶν, ὅτ' ἐχράτουν, ὁ ἐμὸς πατὴρ ἐτίμησε, καὶ τοὺς μὲν εἰς τὰ στρατιωτικὰ κατέταξεν ἐπὶ μείζοσι μισθοφορίαις, τισὶ δὲ γενομένοις ἐν Αἰγύπτῳ σὺν αὐτῷ τὰ φρούρια καὶ τὴν τούτων φυλακὴν παρέθετο, ἵν' τοῖς Αἰγυπτίοις ὡς φοβεροί, τὴν ἀρχὴν ἐγὼ παραλαβὼν πᾶσι μὲν φιλανθρώπως ἐχρησάμην, μάλιστα δὲ τοῖς σοῖς πολίταις, ὧν ὑπὲρ δέκα μὲν μυριάδας αἰχμαλώτων δουλευόντων ἀπέλυσα, τοῖς δεσπόταις αὐτῶν ἐκ τῶν ἐμῶν λύτρα καταβαλὼν, τοὺς δὲ ἀμαρτάνοντας ταῖς ἡλικίαις εἰς τὸν στρατιωτικὸν κατάλογον κατέταξα, τινὰς δὲ τῶν περὶ ἡμᾶς εἶναι δυναμένων καὶ ἐπὶ τὴν τῆς αὐλῆς πίστιν ἰκανῶν ταύτης ἠξίωκα, νομίζων ἥδὺ τῷ θεῷ τῆς ὑπὲρ ἐμοῦ προνοίας ἀνὰθημα τοῦτο καὶ μέγιστον ἀναθήσειν. Βουλόμενος δὲ καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις, τὸν νόμον ὑμῶν ἔγνων μεθερμηνεύσαι καὶ γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν Ἑβραϊκῶν μεταγραφέντα κεῖσθαι ἐν τῇ ἐμῇ βιβλιοθήκῃ. καλῶς οὖν ποιήσεις ἐπιλεξάμενος ἄνδρας ἀγαθούς, ἐξ ἀφ' ἑκάστης φυλῆς, ἤδη πρεσβυτέρους, οἳ καὶ διὰ τὸν χρόνον ἐμπειρίους ἔχουσι τῶν νόμων καὶ δυνήσονται τὴν ἐρμηνείαν αὐτῶν ἀκριβῶς ποιήσασθαι· νομίζω γὰρ τούτων ἐπιτελεσθέντων μεγίστην δόξαν ἡμῖν περιγενήσεσθαι. ἀπέσταλκα δὲ σοι περὶ τούτων διαλεξομένους Ἀνδρέαν τὸν ἀρχισωματοφύλακα καὶ Ἀρισταῖον, ἐμοὶ τιμιωτάτους· δι' ὧν καὶ ἀπαρχὰς ἀναθημάτων εἰς τὸ ἱερὸν καὶ θυσιῶν καὶ τῶν ἄλλων ἀπέσταλκα, τάλαντα ἀργυρίου ἑκατόν. καὶ σὺ δ' ἡμῖν ἐπιστέλλων περὶ ὧν ἂν ἐθέλῃς ποιήσεις κεχαρισμένα.