Ancient Greek
702.26 to 702.6
Aristaenetus, Epistulae 702.26-6
Unproofread scanNot analysed yet
μήτε ἐν ταῖς τῶν σιτίων λήψεσιν ἀδιάφορος, ἀλλὰ τεταγμένα καὶ σώφρων, δυνατὸν δὲ ὅν μὴ βάρβαρος ἀλλὰ Ἑλληνίς. (3) ἄριστον, ἐὰν καὶ τοῦ γάλακτος χρηστῶς πιμπλάμενον τὸ νεογνὸν οὕτως ἐς τῷ ἀνδρὸς θελήσεις νόμος ὀφείλει ἀγγραφος ἡμεν κο- ὑπνον τρέπηται, ἀδεῖα γὰρ νέοις ἂν εἴη καὶ εὐκατέργαστος ἀ τοιάδε σίτασις· αἱ δὲ κα ἀτέρων, δόμεν χρή ἀπλουστάταν. οἶνω δὲ τὸ παράπαν ἀπέχεσθαι τῷ δύναμιν ἰσχυρὰν ἔχεν, ἢ καττὸ σπάνιον μεταδιδόμεν τῇ κράσει δείκελον γαλακτώδες. τὰ δὲ λουτρὰ μὴ ποιεῖν συνεχῆ· ἀ γὰρ τῶν σπανίων καὶ εὐχράτων χρήσις ἀμείνων. (4) κατταυτὰ δὲ καὶ ἀήρ ἐπιτάδειος θάλπους καὶ ρίγους ἔχων τὰν συμμετρίαν, καὶ οἴκησις δὲ μήτε ἄγαν περιπνεομένα μήτε ἄγαν κατάστεγνος, οὐ μὰν ἀλλὰ καὶ ὕδωρ μήτε ἀπόσκληρον μήτε εὐπαρά- σμῖα γυναικί, ποθ’ ἂν χρή βίων αὐτῶν νομίζειν δὲ γωγον, καὶ στροφιαὶ δὲ οὐ τραχεῖαι, ἀλλὰ προσπίπτουσαι τῷ χρωτὶ εὐαρμόστως· ἐν πᾶσι γὰρ τούτοις τὸ οἰκεῖον ἂ φύσις ἐπιποθεῖ, ἀλλ’ οὐ τὸ πολυτελές. ταύτας μὲν ὧν ἐπὶ τῷ παρόντος οὐκ ἀχρεῖον ὑπογράψαι τοι τὰς ἐλπίδας ἐκ τροφὰς καττὸ ὑφαγόμενον γινόμενας, θεῷ δὲ συλλαμβάνοντος ὑπὲρ τὰς ἀγωγὰς τοῦ παιδὸς αὐδὶς τὰς ἐνδεχομένας καὶ ποτεοικίας κομιοῦμες ὑπομνήσεις. πρόξα ποτενηγέσθαι ἄμα αὐτὰ καλλίσταν καὶ μεγίσταν τὰν εὐταξίαν. πιστεύειν γὰρ χρή τῷ τὰς ψυχὰς καλλεῖ τε καὶ πλούτῳ μᾶλλον ἢ τῷ τὰς δῆμος καὶ τῶν χρημάτων· τὰ μὲν γὰρ φθόνος καὶ νοῦσος παραιρεῖται,