Ancient Greek
702.9
Aristaenetus, Epistulae 702.9
Unproofread scanNot analysed yet
τὰ δὲ μέχρι θανάτου πάρεισι ἐντεταμένα. ΣΩΚΡΑΤΟΥΣ ΚΑΙ ΣΩΚΡΑΤΙΚΩΝ ΕΠΙΣΤΟΛΑΙ. α'. Σωκράτους. Οὐ μοι δοκεῖς καλῶς τὴν ἐμὴν συνιέναι γνώμην (οὐ γὰρ ἂν τὸ δεύτερον ἐπέστειλες καὶ πλείονα δώσεων ὑπισχνου) ἀλλ', ὥσπερ τοὺς σοφιστάς, καὶ Σωκράτην φαίνῃ ὑπονοεῖν παλιμπράτην τινὰ εἶναι παιδείας καὶ τὰ πρότερον γράφαι οὐχ ἀπλῶς ἀρνούμενον, ἀλλ' ἐπὶ πλείοσι τῶν τότε διδομένων ὑπὸ σοῦ. νῦν δ' οὖν ὑπερ-βολὰς ὑπισχνῆ καὶ τῷ πλήθει τῶν διδομένων οἴει με παραστήσεσθαι, καταλιπόντα τε τὴν Ἀθῆναι δια-τριβὴν παρὰ σὲ ἕξειν τὸν οὐθ' ὅλως καλὸν νομίζοντα τοὺς ἐν φιλοσοφίᾳ τιπράσχειν λόγους, ἐμοὶ τε καὶ σφό-δρα ἄχθες. (2) ἀρ' οὖ γὰρ προσῆλθον αὐτῇ τοῦ θεοῦ κελεύσαντος φιλοσοφεῖν, παρ' οὐδενὸς οὐδὲν εἰληφὼς εὑρεθήσομαι, ἀλλὰ τὰς διατριβὰς ἐν κοινῷ ποιοῦμεθα, ἐπίσης ὁμοίως ἀκούειν τε ἀεὶ ὄντι τε καὶ μή, καὶ οὔτε ἐγγυεισόμενος φιλοσοφῶ, καθάπερ Πυθαγόρας ἱστορεῖται, οὔτε εἰς τὰ πλήθη παριδὼν τοὺς βουλομέ-νους ἀκούειν ἀργύριον εἰσπράττω, ὅπερ ἄλλοι τέ τινες πρότερον ἐποίησαν καὶ τῶν καθ' ἡμᾶς ἐνιοὶ ποιοῦσιν. ὁρῶ γὰρ ὅτι τὰ μὲν ἀρκοῦντα καὶ παρ' ἐμαυτοῦ ἔχω, τὰ δ' εἰς περιουσίαν πραττόμενα οἷς ἂν λαβὼν παραχα-τάθωμαι οὐχ εὐρίσκω οὐδεὶνα τῶν δικαίων μοι πι-στότερον. (3) οὐς εἰ μὲν φαύλους ὑπολήψομαι, οὐδὲ παρακατατιθέμενος αὐτοῖς ὀρθῶς δόξω φρονεῖν, παρὰ χρηστῶν δὲ μοι ἕξεστι καὶ μηδὲν δόντι λαμβάνειν· οὐ γὰρ ἀργυρίου μὲν φύλακες πιστοὶ ὑπάρξουσι, χάριτος δ' ἀπίστοι, οὐδὲ τὸ μὲν δοθὲν οὐχ ἂν ἀξιώσειαν ἀποστε-ρεῖν, ἐφ' οἷς δὲ χὰν τὸ ἀργύριον ἐδίδοσαν, πρότερον προῖκα εἰληφότες παρ' ἡμῶν, περιόψονται ἡμᾶς ἀπο-ρουμένους. ἐνὶ δὲ κεφαλαίῳ εἰκὸς φίλους μὲν ὄντας πολλὰ καὶ τῶν ἰδίων ἡμῖν προσθέσθαι, φίλους δὲ μὴ ὑπάρχοντας ἐνια καὶ τῶν ἡμετέρων προσασπαστερεῖν ζητήσεν. αὐτὸς δὲ ὥστε τηρεῖν ἀργύριον οὐχ ἄγω σχολήν. (4) θαυμάζω δὲ καὶ τῶν λοιπῶν οἱ παρα-σκευάζεσθαι μὲν φασιν αὐτῶν χάριν, φαίνονται δὲ καὶ αὐτοὺς διὰ τὰ κέρδη ἀποδόμενοι, καὶ παιδείας ὀλίγω-