Ancient Greek
706.4
Aristaenetus, Epistulae 706.4
Unproofread scanNot analysed yet
δ' Σωκράτους. Κριτοβούλῳ μὲν ἐντυχὼν παρεχάλουν πρὸς φιλοσοφίαν αὐτόν, ὁ δέ μοι δοκεῖ διανενόησθαι μᾶλλον ἐξορμήσεσθαι πρὸς τὰ πολιτικά. αἰρήσεται οὖν τὴν πρὸς ἐκεῖνα ἀρμόττουσαν παιδείαν καὶ τὸν ὑφηγησόμενον ἐκλέξεται τῶν ὄντων τῶν κράτιστον. σχεδὸν δὲ νῦν ἐπιδημοῦσιν οἱ δοκιμώτατοι Ἀθῆνησι, καὶ πολλοὶ αὐτῶν καὶ πρὸς ἡμᾶς ἔχουσιν οἰκείως. τὰ μὲν οὖν ἐκείνου ταῦτα, τῶν δ' ἐμῶν Ξανθίππῃ μὲν καὶ τὰ παιδάρια ἔρρωται, αὐτὸς δὲ ὅσπερ καὶ παρόντος σου πράττω.