Ancient Greek
706.6
Aristaenetus, Epistulae 706.6
Unproofread scanNot analysed yet
ε' Σωκράτης Ξενοφῶντι. Σὲ μὲν ἐν Θήβαις ἡμῖν γενέσθαι ἀπηγγέλλετο, Πρόξενον δὲ καταλαβεῖν εἰς τὴν Ἀσίαν ὡς Κύρον ὤρμηκότα. εἰ μὲν οὖν εὐτυχῶν ἐφίεσαι πραγμάτων, θεὸς οἶδεν, ὡς ἤδη γέ τινες τῶν ἐνταῦθα καταμέμφεσθαι αὐτὰ ἐπιχειροῦσιν· οὐ γὰρ ἀξίων φασιν εἶναι Κύρῳ βοηθεῖν Ἀθηναίους, δι' ὃν τὴν ἀρχὴν ὑπὸ Λακεδαιμονίων ἀφῃρέθησαν, οὐδ' αὐτοὺς ὑπὲρ ἐκείνου πολεμεῖν καταπολεμηθέντας δι' ἐκεῖνον. οὐκ ἂν οὖν θαυμάσαμι εἰ μεταπεσούσης τῆς πολιτείας συχοραντεῖν σέ τινες ἀφ' ἑαυτῶν ἐπιχειρήσουσιν, ἀλλ' ὅσω λαμπρότερον τάχει χωρήσειν ὑπολαμβάνω, τοσοῦτῳ σφοδρότερον ἐπικεισθαι τούτους ἠγοῦμαι· τὰς γὰρ ἐνίων φύσεις οὐκ ἀγνοῶ. (2) ἡμεῖς δ' ἐπείπερ ἀπαξ εἰς τοῦτο ἑαυτοὺς ἔδομεν, ἄνδρες ἀγαθοὶ γενοίμεθα, τῶν τε ἀλλων ἂ περὶ ἀρετῆς εἰώθεμεν λέγειν ἀναμνησκόμεναι καὶ τὸ μηδὲ γένος πατέρων αἰσχυνέμεν ἐν τοῖς ἀρίστα τῷ ποιητῇ εἰρῆσθαι τιθέντες. ἴσθι δὲ ὡς δυσὶν τούτοις μάλιστα προσδεῖται πόλεμος, χαρτερίας τε καὶ ἀφιλοηρματίας· διὰ ταύτην μὲν γὰρ τοῖς οἰκείοις φίλοι, διὰ χαρτερίαν δὲ φοβεροὶ τοῖς ἄντιπάλαις γινόμεθα. ὧν ἀμφοτέρων οἰκεία ἔχεις τὰ παραδείγματα.