Ancient Greek
710.2 to 710.4
Aristaenetus, Epistulae 710.2-4
Unproofread scanNot analysed yet
ζ' Σωκράτης Πλάτωνι. Πολὺς ἐστι Κρίτων παραίνων ἡμῖν φυγὴν τὴν σωτηρίαν πορίσασθαι· οὕτω πολλοῦ ἀξίων τὸ ζῆν ὑπέληφεν εἶναι, ὃς ἕνεκα τοῦ ζῆν ἡμᾶς ἀξίους κακῶς ζῆν, εἴτα δεδεμένον ὁρῶν με σχετλιάζει, ὡς τὸ δεδεθῆναι ἡμᾶς ἡμῶν ἔργον ἄν, καὶ οὐκ ἐκείνων ἀδίκημα τῶν δεδεκότων. ἄμεινον μέντοι τοῖς ἀλλοτρίοις ἁμαρτήμασιν ἀποθανεῖν ἢ τοῖς ἰδίοις σωθῆναι. η' Ἀντισθένης Ἀριστίππῳ. Οὐκ ἔστι τοῦτο φιλοσοφεῖν τὸ παρὰ τυράννοις ἀνδράσιν εἶναι καὶ Σικελικαῖς προσανέγειν τραπέζαις, ἀλλὰ μᾶλλον τὸ ἐν τῇ ἰδίᾳ τῶν αὐτάρχων ἐρίδει εἶναι. σὺ δ’ οἶε ταύτην εἶναι πλεονεξίαν τοῦ σπουδαίου,