Ancient Greek
711.1
Aristaenetus, Epistulae 711.1
Unproofread scanNot analysed yet
τὸ δύνασθαι κτᾶσθαι χρήματα μὲν πολλά, τοὺς δὲ δυνατωτάτους ἔχειν φίλους, οὔτε γὰρ τὰ χρήματα ἀναγκαῖά ἐστιν, οὔτ᾽, εἰ ἀναγκαῖα ἦν, οὕτω ποριζόμενα καλά· οὔτε γὰρ γένοιτο ἂν οἱ πολλοὶ ἄμαθες ὄντες, καὶ ταῦτα τύραννοι. ὥστε σοι συμβουλεύομαι ἂν ἀπιέναι Συρακουσῶν τε καὶ Σικελίας. εἰ δ᾽, ὡς φασί τινες, ἤδην θαυμάζεις καὶ τούτων ἀντέχει ὧν μὴ προσήκει τοὺς φρονίμους ἀνθρώπους, ἀπίθι εἰς Ἀντίκυραν καὶ ὠφελήσει σε ὁ ἐλλέβορος ποθεις πολύς· κρεῖττων γὰρ ἐστὶν οὗτος τοῦ πρὰ Διονυσίου οἴνου. ἐκεῖνος μὲν γὰρ μανίαν ποιεῖ πολλήν, οὗτος δὲ ἀποπαύει. ὅπόσον οὖν ὑγιείᾳ τε καὶ φρόνησι νόσῳ τε καὶ ἀφροσύνης διαφέρει, τοσοῦτον ἂν καὶ σὺ διενέγκαις πρὸς τὰ νῦν σοι ὄντα. ἔρρωσο.