Ancient Greek
731.3
Aristaenetus, Epistulae 731.3
Unproofread scanNot analysed yet
δ'. Κροίσῳ. Ἀγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης, καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντὸς μοι ἦν οἰκεῖν ἐν δημοκρατία, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀρίζηλοι δ' οὖν παρὰ σὲ σπεύδων τοι ξένος γενέσθαι.