Ancient Greek
834.1
Aristaenetus, Epistulae 834.1
Unproofread scanNot analysed yet
ΘΑΛΟΥ ΕΠΙΣΤΟΛΑΙ. α' Φερεκύδει. Πυνθάνομαί σε πρώτων Ἰώνων μέλλειν λόγους ἀμφὶ τῶν θείων χρημάτων ἐς τοὺς Ἕλληνας φανείν. καὶ τάχα μὲν ἡ γνώμη τοῦ δικαίου ἐς τὸ ξυνὸν καταλέξεσθαι γραφήν ἢ ἐφ' ὁποιοιοῦν ἐπιτρέπεις χρήμα ἐς οὐδὲν ὀφελος. εἰ δὴ τοι ἥδιον, θέλω γενέσθαι λεσχηρευτὴς περὶ ὅτεών γράφεις, καὶ ἂν κελεύῃς, παρὰ σὲ ἀφίξο-μαι ἐς Σύρον. ἢ γὰρ ἂν οὐ φρενήρεις εἴημεν ἐγὼ τε καὶ Σόλων δ Ἀθηναῖος, εἰ πλώσαντες μὲν ἐς Κρήτην κατὰ τὴν τῶν κείθι ἱστορίην, πλώσαντες δὲ ἐς Αἴγυπτον ὁμιλήσοντες τοῖς ἐκεῖ ὅσοι ἱερεῖς τε καὶ ἀστρολόγοι, παρὰ σὲ δὲ μὴ πλώσαιμεν; ἥξει γὰρ καὶ ὁ Σόλων, ἂν ἐπιτρέπης. σὺ μέντοι χωροσιλέων ὀλίγα φοιτέεις ἐς Ἰωνίην, οὐδὲ σε ποθὴ ἴσχει ἀνδρῶν ξείνων· ἀλλὰ, ὡς ἔλομαι, ἐνὶ μόνῳ χρήματι πρόσκεαι τῇ γραφῇ. ἡμεῖς δὲ οἱ μηδὲν γράφοντες περιχωρέομεν τὴν τε Ἑλλάδα καὶ τὴν Ἀσίην.