Ancient Greek
851.1
Aristaenetus, Epistulae 851.1
Unproofread scanNot analysed yet
Θάνων ἐπίστελλε, ὦ Ἀλκέτα, καὶ τάχα ἂν ἤδη καὶ Αὐτολύκῳ ταῦτὰ ἐπιστέλλοντι πειθοίμεθα. 17 Νικία καὶ Μελεάγρω. Ἄφικμεθα εἰς τὴν Κέρκυραν, ὥσπερ καὶ ἀναγόμενοι διεγνώκειμεν, ὁ τε πλοῦς εὐπετὴς ἡμῖν ἐγένετο καὶ πολὺ ἀφείλεν οὐ ἐπὶ Κυλλήνης κατεσχόθημεν χρόνου, καὶ ἐπὶ τὴν τε ναῦν εὐθὺς ἡμῖν ἀπέπεμψα καὶ τοὺς πλείους τῶν οἰκετῶν, ὡς ἂν μὴ βαρύτερόν που διάγωμεν ἢ φυγάσι πρέπει οἴομεθα. Κερκυρῆσιοι δὲ οὐκ οἶδ’ ὅπως ἔχοντες διαδύονται μεμνησθαι μὲν γὰρ τῆς ἡμετέρας ὁμολογουμένως εὐεργεσίας καὶ ἀφείλειν γάρπας οὐδαμῶς ἀρνούνται, καιρῷ δὲ αὐτὰς οὐκ ἀγαθοὶ ἀπαιτεῖσθαι φασι· αὐτοὶ γὰρ ἀσθενέστεροι τῶν ἡμᾶς διωκόντων εἰσιν. ἀξιοῦσι δὲ μὴ σφᾶς ἀντὶ τῆς εἰς ἕνα εὐχαριστίας ἀπαντας διαφθαρήναι ἀναγκάζαι, μὴδ’ ὁνῆσαντα τῇ εὐεργεσίᾳ ἀπολέσαι τῇ ἀμοιβῇ. ὥστε εὐπρεπῶς ἡμᾶς ἀποπέμπονται, καὶ δέδια μὴ μακροτέρας ταῦτα ἀρχὴ γένηται φυγῆς.