Ancient Greek
851.4
Aristaenetus, Epistulae 851.4
Unproofread scanNot analysed yet
17 Ἀριστείδῃ. Τὴν μὲν ἐχθραν ἡμῶν τὸ ἀνόμοιον τῆς τύχης ἤδη λέλυκε καὶ ἀσθένεια ἢ ἐγγορεύει φυγάσι ,σὺ δὲ τοῦτο καὶ ὑπερήρως, ὦ Ἀριστεῖδη ,καὶ εὐεργεσίας κατήρξω παρ’ ἐλπίδας εἰς ἀτυχοῦντας ἡμᾶς, καὶ οὐδὲ τοῦθ’ ἡμῖν ἐνείληπεν εἰς τὸ μηδὲν ὧν προσεδοξήσαμεν γεγονέναι. καὶ σοὶ οὐδὲν ἀπόλωλε τῆς ἐπὶ τούτοις χάριτος· καὶ εἰ μὴ κατορθώσεις ἰσχύσας, ἀλλὰ καὶ πλείονος ἀρετῆς ἐξ οὗ προθυμίας εἰσῦπερδει αὐτὴν ἐσώθημεν ἡσθόμεθα ὅτι καὶ πρὸς οὕτως ἔχοντας Ἀθηναίους ἐμαχέσω. περὶ δὲ τῆς φερούσης ἡμᾶς νῦν φυγῆς, ὡς ἀντὶ μειόνων αὐτῆς κακῶν κακῶν γε καὶ αὐτὴν οὐσαν ἡρξάμεθα, πῶς οὐχὶ καὶ σοὶ ταῦτὰ δοξεῖ ; αὐθὶς καὶ Πολύγνωτος ἐπέστειλεν ἡμῖν· καὶ αὐτὸς γὰρ τὸ φεύγειν κατὰ τάχος ὡς ἀπὸ τιμωρίας ἐτοίμως παρεκελεύετο, καὶ οὐκ ἐδόκει μοι τοῦτο οὐχ ἂν γενομένου εἰ μένοιμεν ἀμαρτάνειν. Ἀθηναῖοι γὰρ ἤγον ἐπὶ τὸ κοινὸν δικαστήριον τῶν Ἑλλήνων, ὅπου πολὺ πλεῖον γε τὸ Δωρικὸν τοῦ Ἰωνικοῦ. καὶ τὸ μὲν πλεῖον ἐμελλεν ἐναντίον γίγνεσθαι, τὸ δὲ ἕλαττον ἀνωφελές, καὶ αὐτὸ δὲ οὐ φίλον ἦν τὸ ὑπηρεμένον. ὥστε εἰκότως ἂν ἡμᾶς τὸ ἄλλο ἅπαν δέξαιτο ἀνθρώπων γένος, εἴτε βαρβάρων εἴτε Ἑλλήνων τύχοι, παρ’ οἷς δυνήσεται ἡμᾶς καὶ ταῦτ’, ἐφ’ οἷς διωχόμεθα, ὠφελεῖν.