Ancient Greek
855.1
Aristaenetus, Epistulae 855.1
Unproofread scanNot analysed yet
λους καὶ ξύνει παντοίους ἐμίγην. ἤδη δὲ ἀπὸ τῶν συνόδων καὶ τῆς Περσίδος φωνῆς ἀντελαμβανόμην, καὶ με οὐκέτι ἡ ὁδὸς γαλεπῶς ἐτρίβεν ὑπὸ τοῦ ξθους. καὶ ἡ τε ὁδὸς ἡμῖν τελεῦται, καὶ παρὰ βασιλεῖ, ὁποιπερι ώρμημεν, ἦμεν. ἐπεὶ δὲ ἐκομίσθη πρὸς αὐτὸν ἀγγελία παρειναι ἐπὶ τὰς ὥρας αὐτοῦ Θεμιστοκλέα τὸν Ἀθηναῖον, ἀγομαὶ τε ἐγγὺς αὐτοῦ καὶ ἀχθεὶς ἀντικρυς τοῦ θρόνου ἀδεὼς εἰστήκειν, ὁ δ' ἠγανακτεῖ καὶ παραθεασάμενος ὧδ' ἔλεγεν. «ὦ ξένε Ἀθηναῖε, λόγος μὲν ἤδη περὶ σοῦ πολύς ἐν ἡμετέρῳ ἐφέρετο οἴκῳ, καὶ σὺ τε ἄμα καὶ Μήδιων ἡ ἐν Σαλαμῖνι συμφορὰ παντὶ ἀνὰ στόμα ἦτε. σὺ δὲ λέγεις ἂν πρὸς ἡμᾶς, πῶς θράσος ἔχγες ὁψεῖ τε ἐμὴ ὁρῆναι καὶ φωνῆς ἀκούσαι. καὶ σὺ Θεμιστοκλῆς ἐκεῖνος ἐληλθὼς, ὃν Μῆδοι λέγουσιν αὐτὸν ἐμοὶ γενέσθαι καὶ πατρὶ ἐμῷ μὴ ἀρχεῖν Ἑλλήνων; ἀλλ' ἀμείνον μὲν ἐμοὶ ἦν Ἑλλήνας ἔχειν ἢ σὲ τιμωρεῖσθαι, σὺ δὲ τοῦτό γε ἀντ' ἐκείνου παρέσχησαι ἡμῖν, ὥστε σε ἐπαινέσαντες κολάσομεν. »ταῦτ' εἰπόντος αὐτοῦ παρίσταται μοι ὑπ' ἀνάγκης ἐπαινέσαι τὴν ἀπάτην, ἣν καιρὸς τις ποιεῖ ἀναθῆν, χρώμαί τε αὐτῇ καὶ ἔλεγον «κόλασιν, ὦ βασιλεῦ, ψεύγοντες ἐπὶ σὲ βοηθὸν ἀρίμμεθα· κολάζειν γὰρ ἐμελλον ἡμᾶς οἱ Ἑλλῆνες ἀντὶ τῆς εἰς πατέρα τὸν σὸν εὐεργεσίας, ὅτι ὑμῖν φίλα ἐνδυμούμενοι τὸν τε ἐπὶ Σαλαμῖνα πλοῦν κατὰ τάχος ποιείσθαι ἠγγείλαμεν, διεστῶτος τότε καὶ τεταραγμένου τοῦ Ἑλληνικοῦ καὶ μέλλοντος ἐπὶ Πελοποννήσου φεύγειν καὶ καιρὸν χρηστὸν ἐπιχειρήσεως παρέχοντος, τὸ τε ξεῦγμα λύειν ἐθελόντας ἐκωλύσαμεν. καὶ σοὶ Μῆδοι μὲν διὰ τοῦτο μάλιστα ἀπενόστησαν ἐκ τῆς Εὐρώπης, ἐγὼ δὲ διὰ ταῦτα ἐπὶ τιμωρίαν ἠγόμην. ,ἐρῶν δὲ φυγὰς γενόμενος, ὡς ἂν σὲ τι ὄνησω καὶ ἐμαυτῷ δικας εὕρωμαι. καὶ ταῦτα ποιήσων ἐπαγγέλεται Ἐρινύς, μεθ' ἧς ἐγὼ πλεῖον κακὰ ἐργάσομαι τοὺς Ἑλλήνας ἢ ἐδόκουν μετ' ἐκείνων ἐργάσασθαι. »ὁ δ' εἶπεν «ἐπειδή ἀποδώσεις ἡμῖν τὴν Ἑλλάδα, ἣν διὰ σὲ ἀφηρήσθαι οἴομεθα, χαῖρέ τε καὶ οὐδενὸς χρηστοῦ ἀτυχήσεις, καὶ σου τοὺς λόγους πείρα τε καὶ ἔργῳ δώσομεν. »ἐκ τούτου, ὦ Πολύγνωτε, ἐνέτριβον ἐν τοῖς βασιλείοις τιμῆς τε λαχάνων καὶ ἀεὶ τὰ περὶ Ἑλλήνων ἐξεταζόμενος. καὶ μοι βασιλεὺς αὐτός, ἐπεὶ καὶ τῇ Περσῶν αὐτὸν ἤδη φωνῇ πολλὰ ἠμελδόμην, χρυσοῦν τε δωρεῖται ἀκινάχη καὶ Περσικὴν ἐσθῆτα χρυσῇν ὀφαντήν, ἐδωροῦντο δ' αὐτίκα καὶ οἱ περὶ αὐτόν, ἐπεὶ τάχιστα ἤρξατο ἐκείνος. καὶ μου ἤδη Ἀρτάβαζον ἧσσον ἐνόμιζε πιστὸν καὶ ἐπὶ θαλαττὰν με κατέπεμψεν ἐπὶ τὴν ἐκείνου στρατηγίαν, καὶ οὐκ ἐσθῆτας ἐπὶ ἡμῖν οὐδὲ χρυσόν, ἀλλὰ πόλεις τε ἤδη καὶ πολλὴν γῆν ἐχαρίζετο· ἀφελὼν γὰρ τῆς ἐαυτοῦ βασιλείας Μυσῦντα καὶ Λάμψαχον τε καὶ τὴν ἐπὶ Μαϊάνδρῳ Μαγνησίαν ἐμοὶ δίδωσι. καὶ Λάμψαχον μὲν ἤλευθέρωσα καὶ πολλῷ φόρῳ βαρυνομένην ἀπαντος ἀφῆκα, Μυσῦντα δὲ τὴν ἐν Μαγνησίᾳ καὶ αὐτὴν Μαγνησίαν καρπῶμαι. ἀλλ' οὔτε τῆς ἐξουσίας οὔτε τῶν χρημάτων μετὰ τινος τέρψεως ἀθισανό-