Ancient Greek
856.1
Aristaenetus, Epistulae 856.1
Unproofread scanNot analysed yet
μεθα, ἀλλὰ χρημάτων μὲν ἀλίς εἶναι μοι καὶ ὅσα ἐνεργῇ τὴν φυγὴν μόνον ἡμῶν ἐσώκεν (τῆς γὰρ νῦν παρουσίας ἀρθονίας οὐδ' οἱ φίλοι ἡμεῖς ἀπολαύετε), ἐξουσίαν δὲ τοιαύτην πῶς δυναίμεθ' ἂν Ἕλληνες ὄντες ἄγαπᾶν; ὥστε περὶστασιν ἐγὼ καὶ ἀνάγκην τὰ παρόντα μᾶλλον ἢ εὐτυχίαν ἡγοῦμαι. νῦν δὲ δὴ καὶ μᾶλλον ὑπὸ συμφορᾶς καταλαμβανόμεθα· μέμηνε γὰρ καὶ ἐγείρει τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν βασιλεύς, καὶ ταῦτα ὑπὸ δευτέρας ἤδη κεκόμισται ἀγγελίας. καὶ ἡμᾶς ἤρα τοῦ στρατοῦ προβαλεῖται ἤγεμόνας καὶ Μήδους ὑποτάξει Θημιστοκλεῖ, καὶ στρατεύσομαι ἐπ' Ἀθήνας ἐγὼ καὶ τῶν Ἀθηναίων ναυαρχή-σοντι μαχοῦμαι; πολλὰ ἄλλα ἔσται, τοῦτο δὲ οὐδέποτε.