Ancient Greek
856.2
Aristaenetus, Epistulae 856.2
Unproofread scanNot analysed yet
κα'. Τημενίδᾳ. Τῶν κρατήρων μοι τῶν ἀργυρῶν τοὺς μεγίστους τέσσαρας καὶ τῶν θυμιατηρίων τῶν χρυσῶν, ἐφ' οἷς ἐπιγέγραπται τὰ Ἀσσύρια τὰ παλαιὰ γράμματα, οὐχ ὁ Δαρεῖος ὁ πατὴρ Ξέρξου Πέρσαις ἐναγχος ἐγραψε, θώρακάς τε σιδηροὺς ἐκείνων, ὧν ἐδειξάς μοι, τῶν παρὰ Ἀδμήτου τοὺς ἡμῖσιν ἀπόπεμψον, μὴ βραδέως μέντοι μηδὲ εἰκῇως, μηδὲ ἐκ Κορίνθου ἐνθέμενος, ἀλλὰ τάχιστα ἀποστείλας καὶ κάλλιστα πιστεύσας καὶ πάντοθεν μᾶλλον ἢ Κεγχρέαθεν ἀναγομένῳ τοὺς κομίζοντας ἐπιθήσας σκάφει. ἔρρωσο.