Ancient Greek · ~3 min
1 to 5
ARISTAGORAS MILESIUS, Fragmenta 1-5
Not analysed yet
Ἑρμοτυμβιεῖς, μοῖρα τῶν μαχίμων ἐν Αἰγύπτῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῃ. Οἱ αὐτοὶ καὶ Λαβαρεῖς (scr. Καλασίριες). Τάκομψος, κώμη ἐν τοῖς ὁρίοις Αἰγυπτίων καὶ Αἰθιόπων πρὸς τῇ Φίλᾳ νήσῳ, ὡς Ἀρισταγόρας ἐν Αἰγυπτιακῶν πρώτῳ. Νικίου κώμη Αἰγύπτου. Ἀρ. Αἰγυπτιακῶν δευτέρῳ. Ὁ οἰκήτωρ Νικιώτης, ὥς φησιν Ὦρος ἐθνικῶν πρώτῳ. Ψεβώ, χώρα ἐνδοτέρα Αἰθιοπίας, περὶ ἧς Ἀρισταγόρας ἐν Αἰγυπτιακοῖς τάδε γράφει· Οὗτοι δή φασιν εἶναι χώραν ἀπέχουσαν Αἰθιοπίας ὁδῶν μὲν πέντε καλουμένην Ψεβώ. Ἀρτεμίδωρος ἐν ὀγδόῳ Γεωγραφουμένων λίμνην εἶναί φησι. Ἑλληνικὸν καὶ Καρικόν, τόποι ἐν Μέψφιδι, ἀφ ̓ ὧν Ἑλληνομεμφῖται καὶ Καρικομεμφῖται, ὡς Ἀρισταγόρας. Cf. Steph. B. v. Καρικόν, τόπος ἰδιάζων ἐν Μέμφιδι, ἔνθα Κᾶρες οἰκήσαντες, ἐπιγαμίας πρὸς Μεμφίτας ποιησάμενοι, Καρομεμφῖται ἐκλήθησαν.