Ancient Greek · ~2 min
Dfhg-Source dfhg2_ARISTAGORAS_MILESIUS
ARISTAGORAS MILESIUS, Fragmenta 6
Not analysed yet
Γυναικόπολις, πόλις Φοινίκων. Ὁ πολίτης Γυναικοπολίτης. Ἔστι καὶ ἄλλη Αἰγύπτου. Ἀρισταγόρας δὲ, οὐ πολλῷ νεώτερος Πλάτωνος, φησὶν ὅτι οὕτως ὠνομάσθη διὰ τρεῖς αἰτίας· ἢ ὅτι πολεμίων ἐπιπεσόντων καὶ τῶν ἀνδρῶν ἐν γεωργίαις ἀπόντων τὰς γυναῖκας κρατῆσαι τοῦ πολέμου· ἢ ὅτι γυνή τις νομάρχου, περισπωμένων τῶν παίδων αὐτῆς ὑπὸ τοῦ βασιλέως, ἅμα τοῖς παισὶν ὁπλισαμένη κατεδίωξε τὸν βασιλέα, καὶ ἐνίκησε· ἢ ὅτι τῶν Ναυκρατιτῶν ἀναπλεόντων τὸν ποταμὸν καὶ κωλυομένων ὑπὸ τῶν λοιπῶν Αἰγυπτίων ἀποβαίνειν, οὗτοι καταπλαγέντες ὑπὸ ἀνανδρίας οὐ διεκώλυσαν. Ταῦτα καὶ Ἀρτεμίδωρός φησιν.