Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 1
Not analysed yet
Ἀτεπόμαρος, Γάλλων βασιλεὺς, Ῥωμαίοις πολεμῶν, ἔφη μῆ πρότερον ἀναχωρῆσαι, ἐὰν μὴ τὰς γυναῖκας εἰς συνουσίαν ἐκδῶνσι. Τῶν δὲ διὰ συμβουλὴν θεραπαινίδων πεμψάντων τὰς δούλας, καὶ κοπωθέντες οἱ βάρβαροι τῇ ἀλήκτῳ συνουσίᾳ ὑπνώθησαν. Ἡ δὲ Ῥητάνα (αὕτη γὰρ ἦν ἡ τοῦτο συμβουλεύσασα) ἀγρίας ἐπιλαβομένη συκῆς, ἀναβαίνει εἰς τὸ τεῖχος, καὶ μηνύει τοῖς ὑπάτοις· οἱ δ ̓ ἐπελθόντες ἐνίκησαν. Ἀφ ̓ οὗ καὶ ἑορτὴ θεραπαινῶν καλεῖται· ὡς Ἀριστείδης Μιλήσιος ἐν πρώτῃ Ἰταλικῶν.