Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 2
Not analysed yet
Πορσίνας, Τούσκων βασιλεὺς, πέραν ποταμοῦ Θύμβρεως στρατεύσας ἐπολέμησε Ῥωμαίοις, καὶ τὴν ἀπὸ σιτίων φερομένην εὐθηνίαν Ῥωμαίοις μέσην λαβὼν, λιμῷ τοὺς προειρημένους ἔτρυχε. Τῆς δὲ συγκλήτου συγκεχυμένης, Μούκιος τῶν ἐπισήμων ἀνὴρ λαβὼν τετρακοσίους ἀπὸ τῶν ὑπάτων ὁμήλικας, ἐν ἰδιωτικῷ σχήματι τὸν ποταμὸν διῆλθεν. Ἰδὼν δὲ τὸν σωματοφύλακα τοῦ τυράννου τὰ ἐπιτήδεια διαδιδόντα τοῖς στρατηγοῖς, ὑπολαβὼν αὐτὸν τὸν Πορσίναν εἶναι, ἀνεῖλεν. Ἀχθεὶς δ ̓ ἐπὶ τὸν βασιλέα,τοῖς ἐμπύροις ἐπέθηκε τὴν δεξιὰν χεῖρα, καὶ στέξας τὰς ἀλγηδόνας εὐψύχως, ἐμειδίασεν, εἰπών· «Βάρβαρε, λέλυμαι, κὰν μὴ θέλῃς· καὶ ἴσθι ἡμᾶς κατὰ σοῦ τετρακοσίους ὄντας ἐν τῷ στρατοπέδῳ, οἵ σε ἀνελεῖν ζητοῦμεν.» Ὁ δὲ φοβηθεὶς, σπονδὰς πρὸς Ῥωμαίους ἐποιήσατο, καθάπερ ἱστορεῖ Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ ἱστοριῶν (l. Ἰταλικῶν).