Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 11
Not analysed yet
Διὰ μέσης τῆς ἀγορᾶς ῥέων ὁ Τίβερις διὰ μῆνιν Ταρσίου Διὸς, μέγιστον ἀπέρρηξε χῶμα, καὶ πολλὰς οἰκίας ἐβύθισε· χρησμὸς δ ̓ ἐδόθη λήξεσθαι, ἐὰν τὸ τίμιον ἐμβάλωσι. Τῶν δὲ χρυσὸν καὶ ἄργυρον ἐμβαλλόντων, Κούρτιος τῶν ἐπισήμων νέος, τὸν χρησμὸν νοήσας, καὶ λογισάμενος τὴν ψυχὴν τιμιωτέραν, ἔφιππον ἑαυτὸν ἔρριψεν εἰς τὸ χάσμα, καὶ τοὺς οἰκείους ἐξέσωσε τῶν κακῶν· ὡς Ἀριστείδης ἐν τεσσαρακοστῷ Ἰταλικῶν.