Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 10
Not analysed yet
Λομοῦ κατασχόντος Φαλερίους, καὶ φθορᾶς γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινὸν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατ ̓ ἐνιαυτόν. Ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης, κατὰ κλῆρον καλουμένη Οὐαλερία Λουπέρκα ἤγετο εἰς θυσίαν· σπασαμένη δὲ τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε, καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφύραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ. Νοήσασα δὲ ἡ παρθένος, καὶ τὴν βοῦν θύσασα, καὶ τὴν σφύραν ἄρασα, κατ ̓ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα. Ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳ Ἰταλικῶν.