Ancient Greek
17 to 18
ARISTIDES MILESIUS, Fragmenta 17-18
Not analysed yet
Ἀντύλος ἀνὴρ τῶν ἐπισήμων, πορευόμενος εἰς τὸ προάστειον, ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. Φοβηθεὶς δὲ τὸν οἰωνὸν, εἰς Ῥώμην ὑπέστρεψεν. Ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας καιόμενον, καὶ τὸ Παλλάδιον ἁρπάσας, ἐτυφλώθη· ὕστερον δ ̓ ἀνέβλεψεν ἐξιλασάμενος· ὡς Ἀριστείδης Μιλήσιος ἐν Ἰταλικοῖς. Πούπλιος Δέκιος Ῥωμαῖος, πρὸς Ἀλβανοὺς πολεμῶν, ὄναρ εἶδεν, ἐὰν ἀποθάνῃ, ῥώμην προσποιήσειν Ῥωμαίοις. Ἐλθὼν δ ̓ εἰς μέσους καὶ πολλοὺς φονεύσας, ἀνῃρέθη. Ὁμοίως δὲ καὶ ὁ υἱὸς αὐτοῦ Δέκιος ἐν τῷ πρὸς Γάλλους πολέμῳ τοὺς Ῥωμαίους διέσωσεν· ὡς Ἀριστείδης Μιλήσιος.