Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 19
Not analysed yet
Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ κυνηγίᾳ ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἐν Ἰουλίᾳ τῆς Ἥρας ἱέρειαν ἐποιήσατο. Ταύτην Ἄρης ἐγκύμονα ποιεῖ· ἡ δ ̓ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν. Ὁ δὲ φοβηθεὶς, ἀμφοτέρους κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως. Οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος· καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε. Φαῦστος δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν ῥῶμον, τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης· ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.