Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 21
Not analysed yet
Περσῶν μετὰ πεντακοσίων μυριάδων ἐπὶ τὴν Ἑλλάδα ἐρχομένων, Λεωνίδας ἅμα τριακοσίοις ἐπέμφθη εἰς Θερμοπύλας ὑπὸ Λακεδαιμονίων. Εὐωχουμένων δ ̓ ἐκεῖ ἐπέκειτο τὸ τῶν βαρβάρων πλῆθος· καὶ ὁ Λεωνίδας εἶπεν, ἰδὼν τοὺς βαρβάρους· «Οὕτως ἀριστᾶτε, ὡς ἐν ᾅδου δειπνήσοντες.» Καὶ ὁρμήσας κατὰ τῶν βαρβάρων, καὶ πολλοῖς περιπαρεὶς δόρασιν, ἀνέβη ἐπὶ τὸν Ξέρξην, καὶ τὸ διάδημα ἀφείλετο. Οὗ ἀποθανόντος ὁ βάρβαρος τέμνει τὴν καρδίαν, καὶ εὗρε δασεῖαν· ὡς Ἀριστείδης ἐν πρώτῃ Περσικῶν.