Ancient Greek
22 to 24
ARISTIDES MILESIUS, Fragmenta 22-24
Not analysed yet
Ἀριστείδης δὲ ἐν τῷ Περὶ Κνίδου συγγράμματί φησιν οὕτως· Ἀσκληπιὸς Ἀπόλλωνος παῖς καὶ Ἀρσινόης· αὕτη δὲ παρθένος οὖσα ὠνομάζετο Κορωνὶς, Λευκίππου δὲ θυγάτηρ ἦν τοῦ Ἀμύκλα, τοῦ Λακεδαίμονος. Ἀσκληπιοῦ δὲ καὶ Ἠπιόνης Ποδαλείριος καὶ Μαχάων. Ἡ τῶν Δωριέων πεντάπολις, Λίνδος, Ἰάλυσος, Κάμειρος, Κῶς, Κνίδος. Ἄγεται δὲ κοινῇ ἡπὸ τῶν Δωριέων ἀγὼν ἐν Τριοπίῳ Νύμφαις, Ἀπόλλωνι, Ποσειδῶνι. Καλεῖται δὲ Δώριος ὁ ἀγὼν, ὡς Ἀριστείδης φησί. Ἀραὶ, Ἰωνίας νῆσοι τρεῖς, οὕτω λεγόμεναι διὰ τὰς ἀρὰς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοὺς Πενταπολίτας, ὡς Ἀριστείδης. Ἄλλοι δ ̓ ἄλλως.