Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 4
Not analysed yet
Τῶν Διονυσίων ἐν τῇ Ῥώμῃ ἀγομένων, Ἀρνούτιος ἐκ γενετῆς ὑδροπότης ἐξουδένιζε τὴν τοῦ θεοῦ δύναμιν. Ὁ δὲ μέθην ἐνέβαλε, καὶ ἐβιάσατο τὴν θυγατέρα, Μεδουλλίναν· ἡ δὲ ἐκ δακτυλίου γνοῦσα τὸ γένος, καὶ πρεσβύτερα τῆς ἡλικίας φρονήσασα, μεθύσασα τὸν πατέρα καὶ στεφανώσασα, ἤγαγεν ἐπὶ τὸν βωμὸν τῆς Ἀστραπῆς, καὶ δακρύσασα ἀνεῖλε τὸν ἐπίβουλον τῆς παρθενίας· ὡς Ἀριστείδης ἐν τρίτῃ Ἰταλικῶν.