Ancient Greek
Dfhg-Source dfhg4_ARISTIDES_MILESIUS
ARISTIDES MILESIUS, Fragmenta 3
Not analysed yet
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες, στρατηγὸν ἐχειροτόνησαν Ποστούμιον Ἀλβῖνον. Οὗτος κατὰ τὰς καλουμένας φορκούλας Καυδίνας (ἔστι δὲ τόπος στενώτατος) ἐνεδρευθεὶς, τρεῖς ἀπέβαλε λεγεῶνας, καὶ αὐτὸς καιρίως τρωθεὶς ἔπεσε. Βαθείας δὲ νυκτὸς ὀλίγον ἐπιζήσας, περιείλετο τῶν ἀνῃρημένων πολεμίων τὰς ἀσπίδας, καὶ εἰς τὸ αἷμα τὴν χεῖρα βαπτίσας, ἔστησε τρόπαιον ἐπιγράψας· Ῥωμαῖοι κατὰ Σαμνιτῶν Διὶ τροπαιούχῳ. Φάβιος δὲ, ὁ ἐπικληθεὶς Λαίμαργος, στρατηγὸς πεμφθεὶς, καὶ παραγενόμενος ἐπὶ τὸν τόπον, ἰδὼν τὸ τρόπαιον, τὸν οἰωνὸν ἀσμένως ἐδέξατο· καὶ συμβαλὼν ἐνίκησε, καὶ αἰχμάλωτον λαβὼν τὸν βασιλέα, εἰς Ῥώμην ἔπεμψεν· ὡς Ἀριστείδης ὁ Μιλήσιος ἐν τρίτῃ Ἰταλικῶν.